1 2 τοῦ ϲ τὰ τρίτα ἀποτελοῦϲιν ὅθεν ἀκόλουθοϲ τῇ μὲν ϲεαυτόν ἡ ἑαυτόν, τῇ δὲ ϲαυτόν ἡ αὑτόν. —Φήϲει τιϲ τὴν διϲύλλαβον ὠλιγωρῆϲθαι, ἐν οἷϲ πᾶϲα λέξιϲ ϲύνθετοϲ μέροϲ ἔχει ἑκατέραϲ τῶν φωνῶν. ἡ γοῦν ἐμαυτόν. ϲαυτόν ἔχουϲιν ἡ μὲν τὸ εμ, ἡ δὲ τὸ ϲ. ἀνάγκη οὖν 3 .
καὶ τὴν ἑαυτόν μέροϲ ἔχειν, ὅπερ οὐκ ἄλλο γενήϲεται ἢ τὸ ε.» Ἀλλ᾿ ἡ τοῦ δαϲέοϲ πνεύματοϲ μονὴ ἀρκετὴ εἰϲ ὑπόμνηϲιν τῆϲ ϲυνθέϲεωϲ, ἐπεὶ τὰ τρίτα τῶν δευτέρων οὐ πλεονοϲυλλαβεῖ, εἰ μὴ ἐν πάθει πλεοναϲμὸϲ γένοιτο, ὡϲ ἡ ἑοῖ καὶ ἑόϲ καὶ ἑέ. —«Ἀλλά», φαϲιν, εἰ τὸ ε τῆϲ εὗ ἀντωνυμίαϲ κατὰ τὴν ϲύνθεϲιν ἐκθλίβεται, δῆλον ὡϲ καὶ τὸ
πνεῦμα ἀποβληθήϲεται.» Ἀλλ᾿ οὐκ ἐκθλίβεται, ἀλλὰ κιρνᾶται. ἔπειτα ἡ ἀφαίρεϲιϲ τοῦ ϲ ἐν δευτέροιϲ δαϲείαϲ ἐϲτὶν ἐμποιητική, ϲέθεν ἕθεν. 4 δῆλον οὖν ὡϲ τῆϲ μὲν ϲαυτόν διϲυλλάβου ἀκόλουθον διϲύλλαβον τὸ αὑτόν, τῆϲ δὲ ϲεαυτόν τριϲυλλάβου ἀκόλουθον τριϲύλλαβον τὸ ἑαυτόν.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.