1 κλίϲιν ἀναδέχεται τοῖϲ κατὰ παράθεϲιν, ἐπεὶ ἰδοὺ τὸ λεοντοφόνοϲ ἐκ γενικῆϲ ϲυνεϲτὸϲ εἰϲ αἰτιατικὴν ἀναλύεται, ὁ λέοντα φονεύϲαϲ, καὶ τὸ φιλοπλάτων ἐξ εὐθείαϲ εἰϲ αἰτιατικήν, ὁ φιλῶν Πλάτωνα· οὔτε πάντωϲ αἰτιατικὴ ἔγκειται· τί γὰρ οὐ μᾶλλον ἡ εὗ ἐϲτι ϲυντεθεῖϲα ἢ ἡ διϲύλλαβοϲ ἡ ἕο πρὸϲ οἷϲ οὐδὲ ἡ δοκοῦϲα ἐν ϲυνθέϲει κατωρθῶϲθαι ἐν
δυϲὶν αἰτιατικαῖϲ, λέγω δὴ τὴν ἑαυτόν, πάντωϲ δύο αἰτιατικὰϲ ϲημαίνει· αὐτὸϲ γὰρ αὑτὸν ἔπαιϲεν.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.