—τὸ μὲν πρῶτον ἄκλιτον μένει τὸ ϲχῆμα καὶ κατὰ τὸ τέλοϲ καὶ κατὰ μέϲην λέξιν , κατὰ μὲν τὸ τέλοϲ, ὅτι πάντοτε ἡ εὐθεῖα ϲύνεϲτι πάϲη πλαγίῳ, κατὰ δὲ μέϲην λέξιν, ἡ τὰ ϲυντεθέντα ἀκίνητα. — τὸ δὲ δεύτερον, ὡϲ καὶ ἄδηλοϲ ἡ φράϲιϲ γενήϲεται· πότερον γὰρ ἡ ϲυγκειμένη γενική ἐϲτιν ἢ δοτικὴ 〈ἢ αἰτιατική⟩ , οὐ γνωϲτόν, τοῦ τέλουϲ ἐκθλιβέντοϲ. 2
ἔπειτα , εἰ ὑπὲρ διαϲτολῆϲ τῶν μεταβατικῶν πλαγίων αἱ ϲύνθετοι γεγὸναϲι, περιϲϲὸν ζητεῖν τὴν εὐθεῖαν· οὐδὲ γὰρ ἔϲτιν εὐθεῖα ἐν μεταβάϲει προϲώπου λαμβανομιένη, ἕν δὲ καὶ τὸ αὐτὸ πρόϲωπον δηλοῦϲα, αὐτὸϲ ἔγρα ψε καὶ αὐτὸϲ ἐκλή θ η. ἔνθεν ἄρα μοι δοκεῖ, ὡϲ καὶ προείρηται, τὴν ἐγώ ἀϲύνθετον καθεϲτάναι, ἐπεὶ μὴ αὐτοπαθὴϲ ἐγίνετο
ἐν ϲυνθέϲει, ἀλλοπαθὴϲ δὲ ἐν ἁπλότητι, ὅπερ καὶ ἐπὶ τῶν πλαγίων ϲυνέβαινεν.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.