φωνῆϲ γένουϲ ἐϲτὶ παραϲτατική, ἀλλ᾿ ἡ καὶ πρώτῳ καὶ δευτέρῳ ϲυντάϲϲεται, 1 αἱ δὲ οὔ. καὶ αἱ μὲν ἀκωλύτωϲ ὀρθοτονοῦνται καὶ ἐγκλίνονται, ἡ δὲ μόνωϲ ὀρθοτονεῖται, ἀναμφιλέκτωϲ μὲν κατὰ πᾶϲαν πτῶϲιν, κατὰ δὲ αἰτιατικὴν οὐκ ἀναμφιλέκτωϲ. τινὲϲ μὲν γὰρ ἐγκλίνουϲιν, ὅτε ἀπόλυτοϲ ἡ ϲημαϲία, καθάπερ ἐκείνη ἡ ἀνάγνωϲιϲ
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.