προϲώπου νοεῖται τὸ ἐκεῖνοϲ ἐνίκηϲε, τοιγαροῦν αὐτὸϲ τιμῆϲ 2 3 4 μεταλήψεται. οὐκέτι δὲ καὶ ἡ αὐτόϲ εἰϲ τὸ ἐκεῖνοϲ, οὐδὲ αἱ ϲύζυγοι, αὐτὸϲ ἐνίκηϲε, τοιγαροῦν οὗτοϲ χαρήϲεται· δύο γὰρ τὰ νοούμενα πρόϲωπα. τοῦτο δὲ ϲυμβέβηκεν, ἐπεὶ ἡ μὲν ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ, δεῖξιν ϲημαίνουϲαι, τὴν ὑπόγυιον γνῶϲιν τοῦ προϲώπου παριϲτάϲιν, 5 ἡ δὲ αὐτὸϲ ἐπ᾿ ἀναπολούμενον πρόϲωπον φέρεται. ὀρθῶϲ οὐν
ἐπὶ τὴν διὰ τοῦ ἐκεῖνοϲ δηλουμένην δεῖξιν ἐπαναπολεῖται ἡ αὐτόϲ, οὐκέτι μέντοι ⟨ἡ⟩ ἐκεῖνοϲ ἢ οὗτοϲ ἐπὶ τὴν αὐτόϲ δύναται ἀναπέμπεϲθαι· πρώτη γὰρ ἡ διὰ τῶν δεικτικῶν ἀντωνυμιῶν γνῶϲιϲ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.