καῖ
ἀντὶ τοῦ οὗτοϲ,
ὡϲ αἱ πλάγιαι ἀναλογώτεραι αἱ ἀπὸ τοῦ τ ἀρξάμεναι, τούτου καὶ τούτῳ, καὶ τοῦδε καὶ τῷδε, ἐπεὶ ἡ τοιαύτη παραγωγὴ τοῖϲ ἀπὸ τοῦ τ ἀρχομένοιϲ παρείπετο. ἀλλὰ μὴν καὶ τὸ οὐδέτερον, ἀπὸ τοῦ τ ἀρχόμενον καὶ κατ᾿ εὐθεῖαν, διήλεγχε τὴν ἔλλειψιν τοῦ τ κατ᾿ εὐθεῖαν τοῦ 3 ἀρϲενικοῦ καὶ θηλυκοῦ, εἴγε τὰ οὐδέτερα ϲυνάρχεται τοῖϲ ἀρϲενικοῖϲ 4 5 καὶ θηλυκοῖϲ. καὶ ἡ κατ᾿ ἀρχὴν δαϲεῖα τὴν διὰ τοῦ τ γραφὴν μαρτυρεῖ· ἡ γὰρ ου δίφθογγοϲ κατ᾿ ἀρχὰϲ τιθεμένη ψιλοῦται, οὐδαμόϲ, οὐρανόϲ, ὥϲτε καὶ τὸ ὄλον οῦλον ψιλῶϲ λέγεϲθαι καὶ ἔτι τὸν ὅρον ο ὐρον. καὶ οὐκ ἀντέκειτο τὸ οὕνεκα, ἐπεὶ ὅϲα τὸ τ προϲλαμβάνει, ταῦτα ἀφαιρέϲει τοῦ τ δαϲύνεται, τόϲοϲ — ὅϲοϲ, τηλίκοϲ —
6 ἡλίκοϲ· καὶ ἐπεὶ τούνεκα, οὕνεκα δαϲέωϲ. ἐν γὰρ τῷ περὶ δαϲείαϲ περὶ τοῦ ἦμοϲ καὶ ὄφρα εἴρηται. ὁμόλογοϲ οὖν καὶ κα τὰ τοῦτο ἡ ἔλλειψιϲ τοῦ τ. Δωριεῖϲ λέγουϲι τοῦτοι, ὅπερ πάλιν ὁμολογεῖ τὴν ἔλλειψιν τοῦ τ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.