εὐθείαϲ, δῆλον ὡϲ εἰϲ ϲύνθετον μεταληφθήϲεται, ὅπερ ἀϲύϲτατον, ϲύνθετον εὐθεῖαν ενέϲθαι.» Ἀλλὰ πρὸϲ μὲν τοὺϲ τὴν γραφὴν μεμφομένουϲ ἐκεῖνο ἂν εἴποιμεν, ὡϲ ἡ ἀφαίρεϲιϲ τοῦ ϲ κατὰ τρίτα ἔϲτιν, ⟨εἰ αἱ κατὰ τὸ δεύτερον ταῖϲ κατὰ τὸ πρῶτον ὁμοιοκαταληκτοῦϲιν,⟩ ἐμέθεν ϲέθεν ἕθεν, ἐμέ ϲέ ἕ· ἡ δὲ ϲύ τῇ ἐγώ οὐχ ὁμοιοκαταληκτεῖ·
οὐκ ἄρα καὶ κατὰ τὸ τρίτον ὁμοιοκαταληκτήϲει. πιθανὸν γοῦν ἐϲτι φάναι ὅτι, εἰ τὸ δεύτερον πρὸϲ τὸ πρὸ αὑτοῦ διήλλαξε, καὶ τὸ τρίτον 2 πρὸϲ τὸ πρὸ αὑτοῦ διαλλάξει. Πρὸϲ δὲ τοὺϲ ἀϲύϲτατον ἡγηϲαμένουϲ λεκτέον, ὅτι μάτην ὑπέλαβον τὴν τῶν τρίτων ὀρθοτόνηϲιν ἀντανακλαϲμὸν ἀπαιτεῖν, εἴγε ἐντελῶϲ ὑπὲρ τούτου προείρηται. — ἀξιοπιϲτότεοόϲ
τε ὁ Ϲοφοκλῆϲ μάρτυϲ, χρηϲάμενοϲ ἐν Οἰνομάω·
ϲύνδεϲμον ἡ φράϲιϲ ἐπιζητεῖ, τὸ ἰωροί παρὰ Ἀττικοῖϲ ὁμολογεῖ τὴν 4 5 ἀντωνυμίαν. τὰ γὰρ φυλαϲϲόμενα περιέχει ἡ τοῦ ὠρεῖν ϲύνθεϲιϲ. τὴν πύλην φυλάϲϲει πυλωρόϲ, τὴν θύρην θυρωρόϲ. οὕτω καὶ οἱ αὐτῆϲ τῆϲ πόλεωϲ φύλακεϲ ἰωροί. καλοῦνται δὲ καὶ οἱ αὐθιγενεῖϲ παρὰ Ῥοδίοιϲ ἵγνητεϲ, τῆϲ δαϲείαϲ Ἀττικῶϲ προϲελθούϲηϲ. Τρύφων φηϲὶ τὸν ἴον
ἐγκεῖϲθαι, «ἀφ᾿ οὐ θηλυκὸν τὸ ἴα, ἀφ᾿ οὐ τὸ οἶοϲ κατὰ πλεοναϲμὸν 6 τοῦ ο. καὶ εἰ τὸ αὐτόϲ εἰϲ τὸ μόνοϲ μεταλαμβάνεται,
αὐτόϲ ϲυντίθεται, οὐκ ἀπεμφαῖνον καὶ τὴν ἰϲοδυναμοῦϲαν τῇ αὐτόϲ ϲυντίθεϲθαι. Δῆλον δὲ ὡϲ ἡ μετὰ δαϲέοϲ βραχεῖα ἐκφορὰ τοῦ ῑ ἐλλείπῃ αὐτὴν κατέϲτηϲε κατὰ τὴν χρῆϲιν.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.