Περὶ ἐσχηματισμένων β
Οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα,
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
ἤ τι μεταστρέψεις;
ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
μίσγεσθαι. |
Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι,
ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν,
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα
ἴσασ’ Ἀργεῖοι ἠμὲν νέοι ἠδὲ γέροντες.
σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω,
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων· |
ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται, ὥςτε νέεσθαι,
ἔρχεο· πάρ τοι ὁδός. νῆες δέ τοι ἄγχι θαλάσσης
ἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
ἀλλ’ ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί,
εἰς ὅ κέ περ Τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοί,
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε
τέκμωρ
Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ.
οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
ὀτρύνοντι μάχεσθαι ἐυκνήμιδας Ἀχαιούς.
δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;|
Ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Αχαιῶν.
πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω·
ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομέν υἷας Ἀχαιῶν
καὶ τὸ
πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἢ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω.
καὶ ἐάν τις προτείνῃ ἡμῖν, ὅτι οὐ τυγχάνει τῆς προαιρέσεως Ἀγαμέμνων, ἀλλ’ ἀποπειρώμενος κινδυνεύει ἡττᾶσθαι καὶ ἀτυχῶς χρῆται τῷ λόγῳ (ὡρμήκασι γὰρ εἰς τὰς πατρίδας), ἀγνοεῖ ὅτι Ἀγαμέμνονος τέχνη αὕτη ἐστὶ τὸ ὁρμῆσαι αὐτούς· οὐ γὰρ οἴεται τῇ ἀποπείρᾳ τῶν λόγων καθέξειν αὐτούς. ἀλλὰ τίς ἡ τέχνη; ἐπειδὴ ἀγανακτοῦσιν ὑπὲρ Ἀχιλλέως, οὐκ ἐνδείκνυνται δὲ τὴν ἀγανάκτησιν, ἕως ἂν χρεία γένηται ἐξόδου, βούλεται αὐτοὺς ἀπορρῆξαι τὸν θυμὸν καὶ φανεροὺς γενέσθαι ὀργιζομένους, καὶ ὑπὸ τῶν ἀρίστων κατασχεθῆναι. τοῦτό τοι καὶ γίνεται· φαίνονται ἑτοίμως ἀπιόντες εἰς τὰς πατρίδας, Ὀδυσσεὺς δὲ καὶ Νέστωρ κατέχουσιν αὐτούς. ταῦτα οὖν ὁ Ἀγαμέμνων ἀποπειρώμενος φανερῶς τοῦ σχήματος τὴν διδασκαλίαν παιδεύει· τὰ γὰρ ἐναντία οἷς βούλεται λέγει. ἔστι δὲ ἡ μέθοδος τούτων τῶν λόγων θαυμαστή τις καὶ ἄτοπος· τὰς γὰρ ἐν λόγοις ῥητορικοῖς κακίας ταύτας αὕτη ἡ ἰδέα ἀρετὰς ἀναφαίνει. εἰσὶ δὲ κακίαι λόγων ῥητορικῶν τό τε εὐδιάλυτα λέγειν καὶ τὸ ἀγχίστροφα· ὧν τὸ μὲν ἀσθενείας, τὸ δὲ καὶ κινδύνου. δι’ ἀμφοτέρων πορεύεται ὁ Ἀγαμέμνων εἰκότως. | ὥςπερ γὰρ ὅταν τις ἃ βούληται λέγῃ, οὐ χρὴ αὐτὸν οὔτ’ ἐναντίοις ἔπεσι χρῆσθαι οὔτ’ εὐδιαλύτοις, οὕτως ὅταν τις ὧν λέγῃ τὰ ἐναντία βούληται, ἀνάγκη αὐτῷ τὴν κακίαν τὴν ἐπὶ τῶν λόγων ἀρετὴν ἐνταῦθα ποιήσασθαι· εἰ δὲ μή, συμβήσεται αὐτῷ ἐναντιώσει περιπεσεῖν ἄλλα τε πεῖσαι, οὐχ ἃ βούλεται. τοῦτο μὲν οὖν καὶ οἱ μελετῶντες ἴσασιν. ὅταν γάρ τις προσέλθῃ τῇ βουλῇ ἀξιῶν ἀποθανεῖν, οὐδεὶς αὐτῶν ἀποθανεῖν βούλεται, ἀλλὰ τὰ ἐναντία βούλεται ὧν λέγει. . καὶ οἱ τὰ δῶρα 〈τὰ〉 παρὰ τῶν φίλων ἀπωθούμενοι, βουλόμενοι δέξασθαι, λέγουσιν μὲν τὰ ἐναντία, πράττουσιν δὲ τὰ ἐναντία. δεῖ οὖν ἡμᾶς διδάξαι, πῶς μὲν λέγει εὐδιάλυτα καὶ στρεφόμενα, τὸ δὲ μέγιστον, πῶς ἔλαθεν τοῦτο ποιῶν· ἐπεὶ συμβήσεται, ἂν κατάφωρος ἡ τέχνη γένηται, καὶ τὸν ἀκούοντα ἀντιτεχνάζειν καὶ ἀντισχηματίζειν, προσποιούμενον πείθεσθαι καὶ συγχωρεῖν. ὅτι μέντοι εὐδιάλυτα λέγει, ἐκεῖνο σημεῖον· |
ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι·
εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, περιμενετέον.
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι·
πάλιν ἀντιλαβὴν ἔχει· οὐ γὰρ δεῖ δυσκλεᾶ ἀπιέναι. ταῦτα μὲν εὐδιάλυτα· ἐκεῖνα δὲ σαφῶς στρεφόμενα
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.
ταὐτὰ φανερῶς ὁ ἀντιλέγων ἐρεῖ·
Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος.
ὁ οὖν τῷ Διὶ οὕτω προσφερόμενος καὶ βλασφημῶν δῆλός ἐστιν ὑπὸ λύπης 〈ἐξιστάμενος〉 καὶ ἀσύμφωνα αὑτῷ λέγων. · πάθους οὖν προβολὴ κλοπὴ γίνεται διοικήσεως τεχνικῆς. τοιοῦτο μέν ἐστι τὸ σχῆμα τοῦ τὰ ἐναντία λέγειν οἷς βούλεται.
ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες |
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι
Ὀδυσσεύς. τὰ αὐτὰ ὁ γέρων·
Ὧ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις.
Πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν;
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν
〈Νέστωρ. ἀλλ’ Ὀδυσσεύς〉
μάλα δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν.
τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες μένειν, ζητεῖ αὐτοὺς ἐκστρατεῦσαι. οὐδὲν γὰρ ὄφελος τοῦ μένειν ἄνευ τοῦ ταχθῆναι· ὅ περ μάλιστα ὑπόθεσίς ἐστι καὶ ζήτησις τοῦ Ἀγαμέμνονος·
κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον·
ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἔρξῃς καί τοι πείθωνται Ἀχαιοί, γνώσει ἔπειθ’, ὅς θ’ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
ἠδ’ ὅς κ’ ἐσθλὸς ἔησι· κατὰ σφέας γὰρ μαχέονται.
αὕτη ἡ ὑπόθεσίς ἐστιν, ἧς χρείαν ἔχει ὁ Ἀγαμέμνων· αὕτη ἡ ἐπικίνδυνος ὑπόθεσις τῶν λόγων τῷ Νέστορι· ὡς ἐν παρέργῳ δὲ αὐτὴν ἔρριψεν
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν
ὡς προσθήκην τῷ λόγῳ ποιούμενος· καὶ γίνεται ὥσπερ τέλος τῆς δημηγορίας τῆς πεπεικυίας χρεία δημηγορίας ἀναγκαιοτέρα. διὰ τοῦτο Ἀγαμέμνων τυχων ὧν ἐβούλετο ἐπαινεῖ τν γέροντα·
Ἦ μὰν αὐτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.
τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
ὅτι δὲ αὕτη ἐστὶν ἡ ὑπόθεσις τοῦ Νέστορος, τὸ ἐκστρατεῦσαι, καὶ ὅτι τοῦτο ἐπαινεῖ σχήματι ὁ Ἀγαμέμνων ὡς τυχὼν ὧν ἐβούλετο, τίς ὁ ἔλεγχος καὶ τίς ἡ ἀπόδειξις; φοβεῖται, μὴ οὐ πείσῃ ὁ Νέστωρ, καὶ βοηθεῖ αὐτῷ, ὅσα δύναται. τί οὖν ἐστι τὸ μὴ ποιοῦν πείθειν τὸν Νέστορα; ὀργὴ ὑπὲρ Ἀχιλλέως τῶν Ἐλλήνων. παραμυ|θεῖται τὴν ὀργὴν αὐτῶν ὁ Ἀγαμέμνων ὁμολογῶν ἡμαρτηκέναι, καὶ μέμνηται τοῦ Ἀχιλλέως, ἵνα μαλάξῃ αὐτῶν τὸν θυμὸν τὸν ἐπ’ αὐτῷ. ἐπεὶ τί βούλεται τὸ
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔθηκεν,
ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ’ ἦρχον χαλεπαίνων.
εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.
ἐποίησεν αὐτοὺς οἰκτεῖραι, εἰ ὁμολογεῖ τὸ ἁμάρτημα, καὶ ἀπεπλήρωσεν αὐτῶν τὸν θυμόν. εἶτα συναγορεύσας τῷ γέροντι καὶ παραμυθησάμενος, ἀφεὶς ταῦτα ἐπὶ τὸ οἰκειότατον ἔρχεται, ἐπὶ τὸν βασιλέα·
νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
ταῦτα κελεύσας ἐπάγει σφίσι καὶ τὴν ἀπειλήν, ἐὰν δή τις χωρίζηται· |
ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς.
ὥστε ἄρχεται ἀπὸ ἐπαίνου συναγορεύων τῷ Νέστορι, εἶτα παραμυθεῖται τὸν θυμὸν ὁμολογῶν ἡμαρτηκέναι, εἶτα κελεύει καὶ ἀπειλεῖ βασιλικῶς. αὕτη οὖν ἡ τέχνη τίς ἐστι; τὸ ἐπ’ ἄλλης ὑποθέσεως πεπεικυίας πρότερον 〈εἰπόντα〉 ἐπὶ τέλει ὡς πάρεργον ἐρρίπτειν τὴν οἰκειοτέραν ὑπόθεσιν. ταύτην τὴν τέχνην τίς ἐμιμήσατο καὶ τίς ἐξηγήσατο; Πλάτων. ἐγκώμιον λέγει ἐν τῷ Συμποσίῳ Ἀλκιβιάδης Σωκράτους. ἐπὶ τέλει τοῦ ἐγκωμίου λέγει πρὸς Ἀγάθωνα ὁ Ἀλκιβιάδης· ὅρα τοίνυν, ὦ | Ἀγάθων, μὴ πάθῃς, ὅ περ οἱ πολλοί. ὁ γὰρ Σωκράτης οὗτος προσποιεῖται ἐραστὴς εἶναι, εἶτα ἐρώμενος ἀναφαίνεται. μὴ οὖν καὶ σὺ τὸ αὐτὸ πάθῃς, ὅ περ καὶ πάντες πεπόνθασιν. ἔτυχεν δὲ ὁ Ἀλκιβιάδης ἐρῶν τοῦ Ἀγάθωνος καὶ ἐβούλετο ὑπὸ μηδενὸς ἄλλου αὐτὸν ἐρᾶσθαι, καὶ ἐπὶ τέλει ἔρριψεν τὴν παραίνεσιν τὴν πρὸς Ἀγάθωνα ὡς ἐπὶ τοῦ ἐγκωμίου λέγων. αὐτὸς ἐξηγεῖται ὁ Σωκράτης τὴν τέχνην· νήφειν μοι δοκεῖς, ὦ Ἀλκιβιάδη· ἐδόκει γάρ μεθύειν ὁ Ἀλκιβιάδης· οὐ γὰρ ἂν κομψῶς γε φησίν τὸ σατυρικὸν δρᾶμα περιέβαλες, εἰ μὴ ἔνηφες. καὶ πάντα ταῦτα εἴρηκας ὑπὲρ τοῦ διαβάλλειν ἐμὲ καὶ Ἀγάθωνα, ἵνα ἐγὼ μὲν σοῦ ἐρῶ καὶ μηδενὸς ἄλ|λου. καὶ γὰρ ἐποίησας αὐτό φησίν ὡς οὐδέν τι, ἐπὶ τέλει αὐτὸ εἰπών, ὡς οὐχ ἕνεκα τούτου πάντα τὰ ἄλλα εἰρηκώς. ἀλλ’ οὐκ ἔλαθες, ἀλλὰ τὸ σατυρικὸν δρᾶμα τοῦτο ἀνεφάνη. οὕτω γάρ τοι γίνεται ἡ τέχνη καὶ παραδίδοται.
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,|
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς.
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
ἢ καὶ ὀνειροπόλον (καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν),
ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
εἴ τ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης·
αἴ κέν πως ἀρνῶν κνίσσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο.
μέχρι τούτου οἱ Ἀχιλλέως λόγοι τὸ σχῆμα ἔχουσιν ὑπαινιττομένου εἰς Ἀγαμέμνονα καὶ προσκρούοντος ἐκείνῳ, ἐν δὲ σχήματι ζητήσεως καὶ ἀπορίας τῆς τοῦ δεινοῦ αἰτίας τὸ ἀσφαλὲς προδιοικουμένου. ἡ δὲ ἔν δειξις τοῦ εἰς Ἀγαμέμνονα λέγεσθαι ταῦτα πρῶτον μὲν τὸ πρὸς Ἀγαμέμνονα ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ μὴ εἰς τὸ κοινόν·
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας . . .
ὡς γὰρ τιμῶν αὐτὸν διὰ τὸ ἀξίωμα καὶ τὸν κοινὸν λόγον πρὸς ἐκεῖνον ἀποτεινόμενος τὴν ἀσφάλειαν ἔχει τοῦ προσκρούματος. εἶτα ἑξῆς ἐπάγει
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν·
ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων.
ἡ προσθήκη τοῦ τόσσον δηλοῖ, ὅτι τὰς αἰτίας τῆς ὀργῆς ἃς ὑποβάλλει Ἀχιλλεὺς οὐ πιστεύει ἁκούων, ἀλλὰ αἰτίαν μείζονα περιμένει·
εἴ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης. . .
οὐ δέχεται τὸν Ἀπόλλωνα ἕνεκεν εὐχωλῆς καὶ ἑκατόμβης τόσον χολωθῆναι. οὕτω μὲν ὁ Ἀχιλλεὺς διοικεῖται τὸν λόγον. ὁ δὲ μάντις λαβόμενος τῆς ἀφορμῆς αὐτοῖς | τοῖς Ἀχιλλέως λόγοις χρῆται εἰς διατριβὴν τοῦ δεῖξαι τῷ Ἀγαμέμνονι, πρὶν φανερῶς εἰπεῖν, καὶ γίνεται αὐτῷ ἀφορμὴ τῶν λόγων τὸ τόσσον· λέγει γάρ
οὔ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης.
καὶ πρότερον προδιοικεῖται τὴν ἀσφάλειαν·
Ὠ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος.
τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον,
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν.
ταῦτα γὰρ ὁμολογοῦντός ἐστιν, ὅτι τῷ βασιλεῖ προσκρούσει. εἶτα τῷ προοιμίῳ τούτῳ ἐπάγει·
ἠ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὅς μέγα πάντων Ἀργείων κρατέει, καί οἱ πείθονται Ἀχαιοί.
εἶτα γνωμολογεῖ· |
κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι.
εἶτα τὴν τέχνην τῆς ὀργῆς ἐπάγει·
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις.
καὶ ἤδη ἔδειξεν, ὅτι Ἀγαμέμνων τούτων ἀπάντων αἴτιος, μηδέπω εἰπών· καὶ διὰ τοῦτο ἐπάγει ἀντίστοιχα λέγων ὁ Ἀχιλλεὺς καὶ ὁμολογούμενα τούτοις·
Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα.
οὐ μὰ γὰρ Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν,
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
συμπάντων Δαναῶν· οὐδ’ ἣν Ἀγαμέμνονα εἴπῃς,
ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
Καὶ τότε δὴ θάρσησε καὶ ἤυδα μάντις ἀμύμων. |
ὁμολογεῖ ὁ ποιητὴς τῶν λόγων τὴν διοίκησιν.
Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
Δαιμόνι’, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι·
ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς. |
οὐ γάρ πω σάφα οἶσθ’, οἷος νόος Ἀτρείδαο·
νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν.
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν.
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος.
τιμὴ δ’ ἐκ Διός ἐστι· φιλεῖ δέ ἑ μητίετα Ζεύς.
Ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι,
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ.
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί.
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
εἷς βασιλεύς,
ἢ τί ἔδοξεν τοῖς βασιλεῦσιν ἐπιτιμῶντα λέγειν
ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν.
νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
ταῦτα δὲ οὐ τοῖς δημόταις λέγει, ἀλλὰ τοὺς βασιλέας ἀναμιμνῄσκει. γέγονεν οὖν ὁ λόγος 〈ὁ〉 πρὸς ἑκατέρους ἑκατέροις κοινός. καὶ τὴν ἐξήγησιν ἐπάγει Ὅμηρὸς τῶν ἐσχηματισμένων τούτων λόγων δι’ ὀνόματος ἑνός, ὃ οὐδὲ ὁρῶσιν οἱ ἀναγινώσκοντες· Ὅμηρὸς δὲ ὑπὸ φιλανθρωπίας ἐξηγήσατο·
ὡς ὅ γε κοιρανέων δίεπε στρατόν.
τί ἐστι τὸ κοιρανέων; ὡς κοίρανος διαλεγόμενος; οὐ δή που, ἀλλὰ τὸ στρατήγημα τῶν λόγων· οὕτως ὀνομαζῶν κατ’ ἐξήγημα τοῦ στρατηγήματος διὰ τοῦ κοιρανέων δίεπε στρατόν. ἡ γὰρ διοίκησίς ἐστι τέχνη ἐν τῷ ὀνόματι λεγομένη. |
Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα,
ὡς οὐρανός 〈τε〉 γαῖά τ’ ἦν μορφὴ μία.
οὕτω μὲν ὁ ποιητὴς σχηματίζει τὸ αὑτοῦ. ἡ δὲ Μελανίππη ἐπεράνθη μὲν ὑπὸ τοῦ Ποσειδῶνος, γέγονε δὲ ταύτῃ παιδία· ἐξέθηκεν δὲ αὐτὰ εἰς τὰ τοῦ πατρὸς βουφόρβια. ὁ δὲ πατὴρ ἡγεῖται ἐκ βοὸς εἶναι, καὶ ὡς τέρας βούλεται κατακαῦσαι. βοηθοῦσα αὑτῇ ἡ Μελανίππη ἀποφαίνεσθαι πειρᾶται, ὅτι τέρας οὐδέν ἐστιν. οὕτω τὸ δρᾶμα ὅλον ἐσχημάτισται· καὶ ἄμα διδάσκει ἡμᾶς Εὐριπίδης, ὅτι τὸν σχηματίζοντα ἐγγυτάτω δεῖ εἶναι τοῦ λῦσαι τὸ σχῆμα μετὰ τῆς ἀσφαλείας τοῦ σχήματος. περιερχομένη γὰρ πάσας αἰτίας τοῦ σῶσαι τὰ παιδία λέγει· εἰ δὲ παρθένος | φθαρεῖσα ἐξέθηκεν τὰ παιδία καὶ φοβουμένη τὸν πατέρα, σὺ φόνον δράσεις; ὥςτε καὶ τὸ αὑτῆς πρᾶγμα λέγει ἐν σχήματι συμβουλῆς.
Πάτροκλ’ ἐμοὶ δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ,
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα·
νῦν δέ σε τεθνειῶτα κιχάνομαι, ὄρχαμε λαῶν,
ἀνιοῦσ’. ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
ταῦτα προοίμια θρηνούσης. εἶτα τὸ προοίμιον περαίνει ἐπιδεικνυμένη τὸν θρῆνον ὡς ἀπόδειξιν τοῦ δικαίου [θρήνου]·
ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ,
εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ,
τρεῖς τε κασιγνήτους, οὕς μοι μία γείνατο μήτηρ,
κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. |
ταῦτα ἤδη Ἀχιλλέως καθάπτεται, ὅτι τὸν ἄνδρα αὐτῆς ἀποκτείνας ἔχει αὐτὴν συνοικοῦσαν, καὶ δεῖ αὐτῇ πολλῆς παραμυθίας. εἶτα συνθηκῶν ἀνάμνησις·
οὐδὲ μὲν οὐδέ μ’ ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
κλαίειν, ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιο
κουριδίην ἄλοχον θήσειν ἄξειν τ’ ἐνὶ νηυσὶν
ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
καὶ τὸ τέλος τοῦ ἐπιλόγου τὸ κέντρον τῆς ἀπαιτήσεως ἐπάγει
τῶ σ’ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί,
ὡς ἂν ἀκούων ταῦτα Ἀχιλλεὺς δικαιολογουμένης εἴπῃ· ἀλλὰ μὴ κλαῖε, γύναι, ἐκεῖνα βέβαια γενήσεται.
εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ,
βάλλεαι, οὐδ’ ἔτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσιν
πῦρ ἐθέλεις ἀίδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην;
ἡδίστη γὰρ ὑπόθεσις Ἀχιλλεῖ τὸ λέγειν τὸν Φοίνικα, ὅτι οὐκ ἀπολειφθήσεται. εἶτα ἡ αἰτία τοῦ μὴ ἀπολειφθῆναι, ἡ τροφή, ἡ ἀγωγή, τὸ ἐξ ἀρχῆς συντετράφθαι. ταῦτα δὲ πάντα εἰς τὴν ἐναντίαν ὑπόθεσιν· πιθοῦ μοι· | τέτροφα γάρ σε, καὶ χάριτας ὀφείλεις. καὶ ὅτι τοῦτό ἐστιν * * * ἐπὶ τέλει ὁμολογία τῆς ἀληθινῆς ἐπιβολῆς·
ἀλλ’, Αχιλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ
νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί.
τοῦτο τὸ σχῆμα συνιδὼν καὶ ὁ Ἀχιλλεὺς ἀντισχηματίζει ἑξῆς, μιμούμενος τὴν τέχνην τοῦ διδασκάλου. ἐξηγεῖται γὰρ οὕτως·
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,
Ἀτρείδῃ ἥρωι φέρων χάριν.
αὕτη μὲν ἐξήγησις τῆς τοῦ Φοίνικος τέχνης· εἶτα ὁ ἀντισχηματισμός·
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
τί γάρ; ἐκεῖνος τοιοῦτόν τι εἶπεν ἤ τινα χάριν ᾔτησεν; ἀλλ’ ἐπειδὴ ἀνέμνησεν αὐτὸν εἰπών |
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ,
〈καὶ〉 τὰς ἐν τῇ νεότητι πάθας προέτεινεν αὐτῷ, ὡς ὀφείλοντος χάριτας, καὶ αὐτὸς ἐσχημάτισεν εἰπών· ἄλλην χάριν λάμβανε μείζω, μὴ ταύτην αἴτει. ταῦτα μὲν ὁ Φοῖνιξ σχηματίζει.
οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
τῇδέ γ’ ὁδῷ κρανέεσθαι·
καὶ ἐπιτιμᾷ Ἀχιλλεῖ χαλεπώτατα καὶ πικρότατα. ὁ δὲ μάλιστα ἐν τῇ παρρησίᾳ κετεύων καὶ δεόμενος καὶ βιαζόμενος Ἀχιλλέα οὗτός ἐστιν·
ὑπωρόφιοι δέ τοι εἰμὲν
πληθύος ἐκ Δαναῶν. |
καὶ φαίνεταί γέ τοι οὕτως ἁπλοῦς δὴ καὶ ἀφελὴς καὶ παρρησίᾳ χρώμενος. εἶτα τῇ τέχνῃ προσχρώμενος φαίνεται μᾶλλον πεπεικώς. πῶς δή;
Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,
πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότε κείνων
μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν.
οὗτος οὖν ὁ λόγος δείκνυσιν, ὅτι καὶ τῆς ἁπλότητος προσποίησις σχήματος ἔργον ἐπιτελεῖ· ἐπεὶ καὶ αἱ τῶν χαρίτων ἀπαιτήσεις οὐκ ἄνευ τοῦ ἐσχηματίσθαι γίνονται. οἱ γὰρ αἰτοῦντες τὰς χάριτας παρὰ τῶν εὖ πεπονθότων ἐν καιρῷ φυλαττόμενοι τὸ ὀνειδίζειν εὐπρεπῶς ἀπαιτοῦσι. καὶ δείκνυσιν ἡμῖν ὁ ποιητής, τίς μὲν ἂν ἦν ἀτέχνου ἀπαιτήσεως τρόπος, τίς δὲ ἐντέχνου. ὁ Ἀχιλλεὺς τῇ μητρὶ λέγει·
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης, ὅτ’ ἔφῃσθα κελαινεφέι Κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι.
καὶ περαίνει τὴν διήγησιν πᾶσαν, καὶ ἐπάγει παραινῶν αὐτῇ
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λάβε γούνων.
ταῦτα ὑπακούει τῷ παιδὶ Θέτις, καὶ πείθουσα αὐτὸν θαρρεῖν ἐπαγγέλλεται οὐ μόνον ἐρεῖν αὐτά, ἀλλὰ καὶ αὐτῇ λέξει λέγει
τοῦτο δέ τοι ἔπος Διὶ τερπικεραύνῳ
εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
καὶ ταῦτα ὑποσχομένη, ἐπειδὴ ἀφίκετο πρὸς τὸν Δία, τὸ μὲν ὀνειδίζειν ἀφίησιν, τὸ δὲ ὑπομιμνῄσκειν ἐπιμελῶς πραγματεύεται·
Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ἔτισα
ἢ ἔπει ἢ ἔργῳ·
τὸ μὲν ἔργον οὐκ εἶπεν, τὴν δὲ ἀνάμνησιν εὐπρεπῶς ἐποιήσατο. τοιοῦτός πως καὶ ὁ ἱερεύς ἐστιν, γυμνότερος μὲν ἢ κατὰ τὴν Θέτιν, εὐπρεπῶς δέ. ἐπικαλεσάμενος γὰρ τὸν θεὸν λέγει
εἰ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα
ταύρων ἠδ’ αἰγῶν, τόδε μοὶ κρήηνον ἐέλωρ.
Καὶ τὰ μέτρα τῶν ἐσχηματισμένων λόγων παιδεύει ἡμᾶς Ὅμηρος, ὅτι οὐ 〈μόνον〉 τῆς εὐπρεπείας δεῖται, ἀλλὰ καὶ τῆς ἐν χρείᾳ συντομίας. πῶς γὰρ πάντων χρεία ἐστίν, ὅσων μὲν ἡ τέχνη παραδίδωσιν, 〈εἰ〉 ταῦτα ὁ καιρὸς παραιτεῖται; διδάσκει δὲ τοῦτο ἐν τοῖς Ἑρμοῦ λόγοις πρὸς Πρίαμον Ὅμηρος. τοῦτον γὰρ Ἑρμῆς ὥςπερ διδάσκαλος ὢν παιδεύει, πῶς χρὴ ἐντυχεῖν Ἀχιλλεῖ, καὶ παραδίδωσι τὰς μεθόδους τῆς ἱκετείας·
τύνη δ’ εἰσελθὼν λάβε γούνατα Πηλείωνος,
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς·
μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ.
καὶ οὔτε τοῦ παιδὸς μέμνηται οὔτε τῆς μητρός, ἀλλὰ τοῦ πατρὸς μόνου. τὴν πολλὴν γὰρ χορηγίαν παρέλιπεν τῇ χρείᾳ τοῦ παιδός.
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
ἤδη τὰ προοίμια τῆς ἐπιτιμήσεως, ὥςπερ καὶ τὸ
μὴ δ’ οὕτως ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ,
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
εἶτα εἰπν τῆς γνώμης τὴν ἀρχὴν ἐπάγει
τῶ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
αἶψα τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
|
ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
καὶ ἡ εἰκὼν πέρας τῆς συμβουλῆς. εἰδέναι οὖν χρὴ ὅτι αὕτη ἡ εἰκὼν σοφία ἐστὶ τοῦ Ὀδυσσέως τοῦ μηροῦ. ἐπιτίμησις γάρ ἐστι πικρὰ πρὸς τὸν Ἀχιλλέα καὶ δι’ ἀπορρήτων λυπηρὰ παραίνεσις. διὰ τοῦτο καὶ τὸ προοίμιον αὐτῷ μακρόν ἐστι·
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
αὐτὸ τὸ προοίμιον τοῦ σχήματός ἐστιν ἀρχή· μὴ πάνυ θάρρει τῇ ἀνθρεῖᾳ τῇ σαυτοῦ· εἰ δὲ μή, ἐλέγχεις αὐτὴν τὸ μηδὲν εἶναι· ἀλλ’ ἄκουε παρ’ ἀνδρὸς ἐμπείρου καὶ ἐπιστήμονος ἐκ πείρας πραγμάτων. τίς οὖν ἐστιν ἡ ἐπιτίμησις ἐκείνῳ;
γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς.
λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνῃσιν,
νηλέα θυμὸν ἔχοντας, ἐπ’ ἤματι δάκρυ χέοντας.
ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται,
μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλον
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ ἑσσάμενοι χροΐ χαλκὸν ἀτειρέα· μηδέ τις ἄλλην
λαῶν ὀτρυντὺν προτιδέγμενος ἰσχαναάσθω.
ἧδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται, ὅς κε λίπηται
νηυσὶν ἐπ’ Ἀργείων· ἀλλ’ ἀθρόοι κοσμηθέντες
Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
ὡςεὶ ἔλεγεν· πολλοὶ τεθνᾶσιν ἤδη διὰ σὲ μηνιῶντα· νῦν ἀπορρίψας τὴν μῆνιν ἀξιοῖς τῇ τοῦ θεοῦ προσθήκῃ ἐλπίδας τῆς νίκης ἔχειν. ἐὰν οὖν ἐξέλθωσι νήστεις, οὐδ’ ἂν ὁ Ζεὺς χαριζόμενός σοι βοηθῇ τοῖς Ἕλλησι, δυνήσονται διαρκέσαι νήστεις ὄντες πρὸς τὸ κρατῆσαι. ὥςτε μὴ φρόνει μέγα ἐπὶ τῇ προσθήκῃ τοῦ Διὸς καὶ προπετῶς στρατεύου· ἐλεγχθήσῃ γὰρ τῇ ἀσθενείᾳ τῶν στρατιωτῶν·
αἶψα τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν . . .
ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
τί γὰρ τοῦ Διὸς ἡ μνήμη ἐνταῦθα; συμβήσεται οὖν οὐ πολλὴν γενέσθαι ἡμῖν ὠφέλειαν ἐκ τῆς παρὰ σοῦ προτροπῆς διὰ τὸν Δία, ἂν ἀσθενεῖς ὄντες στρατευσώμεθα· ὥςτε ἐλεγχθήσεταί σου ἡ ἀνδρεία ἡ θαυμαστὴ ὑπὸ τῆς προπετείας. ἐπειδὴ τοίνυν ταῦτα πικρά ἐστιν καὶ ἐπιτίμησιν ἔχει, εἰκόνος παρεμβολῇ τὸ πικρὸν τῆς ἐπιτιμήσεως ἀσφαλὲς ἐποίησεν.
Ars Rhetorica. Dionysius of Halicarnasus. Leipzig. 1904.
Funding provided by Center for Hellenic Studies.