Περὶ ἐσχηματισμένων ᾱ̄
Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα.
Μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,
Ἀτρείδῃ ἥρωϊ φέρων χάριν.
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι·
ὣ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήια ἔργα.
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν
ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο.
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν.
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα,
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο,
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.
κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον·
ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις
ἀλλ’ ἄγετ’, αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. |
τοιοῦτοι δέκα μοι συμφράδμονες εἷεν Ἀχαιῶν.
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχησάμεθ’ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν· ἐγ δ’ ἦρχον χαλεπαίνων.
εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.
Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι,
ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν,
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα ἴσασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω.
σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων·
ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τοι κράτος ἐστὶ μέγιστον.
Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ·
οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν·
δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας
Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;
εἰ δὲ καὶ αὐτοί,
φευγόντων. ...
νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ
Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
ἀτὰρ πεπνυμένα βάζεις
Ἀργείων βασιλῆας.
...
ἀλλ’ ἄγ’ ἐγών, ὡς σεῖο γεραίτερος εὔχομαι εἶναι, ἐξείπω καὶ πάντα διίξομαι.
οὐδε κε τίς μοι
μῦθον ἀτιμήσει, οὐδὲ κρείων Ἀγαμέμνων.
ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος,
ὅς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,
δόρπα τ’ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα,
Ἀτρείδη, σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτερός ἐσσι·
δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.. . .
πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην
βουλὴν βουλεύσῃ.|
εἶτα ἀναβαλλόμενος, ὡς εἰς τοῦτο ἐρῶν πάλιν ὑπαινίττεται καὶ τὰς ἀνάγκας τοῦ ἱκετεῦσαι δεῖν τὸν Ἀχιλλέα ἐπάγει βιαίως πρὸς τὸν Ἀγαμέμνονα λέγων·
μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήιοι ἐγγύθι νηῶν
καίουσιν πυρὰ πολλά. τίς ἂν τάδε γηθήσειε;
νὺξ δ’ 〈ἥδ’〉 ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει,
οἷον ἐγ νοέω ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν
ἐξέτι τοῦ, ὅτε διογενεῦς Βρισηίδα κούρην |
χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας,
οὔ τι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
ἠτίμησας· ἑλὼν γὰρ ἔχεις γέρας.
ἀλλ’ ἔτι καὶ νῦν
φρασσώμεσθ’, ὡς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν
δώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισιν.
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἥ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω·
ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν
Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι.
εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς·
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον
τέκμωρ. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν
οὐδ’ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω·
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
οὕτω που Διὶ μέλλει ὑπερμενέι φίλον εἶναι·
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
ἠδ’ ἔτι καὶ λύσει·
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.
ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες,
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
Ars Rhetorica. Dionysius of Halicarnasus. Leipzig. 1904.
Funding provided by Center for Hellenic Studies.