πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη
μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι,
καδ δὲ κάρητος
οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
αὐτή τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δ’ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτ’ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα.
De compositione verborum (epitome). Dionysius of Halicarnassus. Leipzig. 1904.
Funding provided by Center for Hellenic Studies.