Τὼ δ’ αὖτ’ ἐν κλισίῃσ’ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ κηαμένω πῦρ,
ἐκπέμψαντε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσι.
Τηλέμαχον δὲ περίσαινον κύνες ὑλακόμωροι·
οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
σαίνοντάς τε κύνας· ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν·
αἶψα δ’ ἄρ’ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα·
Εὔμαι', ἡ μάλα τίς σοι ἐλεύσεται ἐνθάδ’ ἑταῖρος,
ἢ καὶ γνώριμος ἄλλος· ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
ἀλλὰ περισαίνουσι· ποδῶν δ’ ὑπὸ δοῦπον ἀκούω.
Οὔπω πᾶν εἴρητο ἔπος, ὅτέ οἱ φίλος υἱὸς
ἔστη ἐπὶ προθύροισι. ταφὼν δ’ ἀνόρουσε συβώτης·
ἐκ δ’ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον. ὃ δ’ ἀντίος ἔδραμ’ ἄνακτος·
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
χεῖράς τ’ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
ταῦτα γὰρ οὐ διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων τὴν τῆς ἑρμηνείας ἀρετὴν ἔχει· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων πέπλεκται, καὶ οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς ἐξ ἑτοίμου ἐχρήσατο. ὅθεν καὶ λυθέντος τοῦ μέτρου φαῦλα φανήσεται καὶ ἄζηλα. οὔτε γὰρ μεταφοραί τινές εἰσιν εὐγενεῖς ἐν αὐτοῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτέ τινα τοιαῦτα. ὁ δὲ Ἡρόδοτος, ἔνθα τὰ περὶ τοῦ Κανδαύλου καὶ τῆς αὐτοῦ γυναικὸς διέξεισι· πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλογεῖσθαι δυνάμενον, ἀλλὰ καὶ ταπεινὸν καὶ ἐπικίνδυ- νον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρω· ἀλλ’ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. καλὴν δὲ κἀνταῦθα πεποίηκε τὴν φράσιν ἡ συνθήκη, ἀλλ' οὐχ ἡ σεμνότης τῶν ὀνομάτων· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθεικε σύμβολα τοῖς πράγμασι.
De compositione verborum (epitome). Dionysius of Halicarnassus. Leipzig. 1904.
Funding provided by Center for Hellenic Studies.