Λυκῖνος
Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους εἶναι ὅλους, σὺ δὲ γνώρισον· οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων.
v.2.p.575
Σολοικιστής
Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος· ὅμως εἰπέ.
Λυκῖνος
Καὶ πῶς φὴς οὐ δυνήσεσθαι; ἡ γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.
Σολοικιστής
Εἰπὲ τοίνυν.
Λυκῖνος
Ἀλλὰ εἶπον.
Σολοικιστής
Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.
Λυκῖνος
Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;
Σολοικιστής
Οὐκ ἔμαθον.
Λυκῖνος
Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατ’ ἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ
v.2.p.576
τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.
Σολοικιστής
Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.
Soleocista. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.