Λυκῖνος
Τό γε μὴν καθέζεσθαι καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ’ οἶσθ’ ὅτι διενήνοχεν;
Σολοικιστής
Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λεγοντος ὡς ἔστιν ἔκφυλον.
Λυκῖνος
Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί.
Σολοικιστής
Καὶ τῷ ποτ’ ἂν εἴη διαφέρον;
Λυκῖνος
Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον· ἧσ’, ὦ ξεῖν̓, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ
v.2.p.583
ʼκαθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι.
Soleocista. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.