Ἑρμοῦ καὶ Ἀπόλλωνος
241
Ἑρμῆς
τὸ δὲ καὶ χωλὸν αὐτὸν ὄντα καὶ χαλκέα τὴν τέχνην, ὦ Ἄπολλον, τὰς καλλίστας γεγαμηκέναι, τήν τε Ἀφροδίτην καὶ τὴν Χάριν.
Ἀπόλλων
Εὐποτμία τις, ὦ Ἑρμῆ· πλὴν ἐκεῖνό γε θαυμάζω, τὸ ἀνέχεσθαι συνούσας αὐτῷ, καὶ μάλιστα ὅταν ὁρῶσιν ἱδρῶτι ῥεόμενον, ἐς τὴν κάμινον ἐπικεκυφότα, πολὺν αἴθαλον ἐπὶ τοῦ προσώπου ἔχοντα· καὶ ὅμως τοιοῦτον ὄντα περιβάλλουσί τε αὐτὸν καὶ φιλοῦσι καὶ ξυγκαθεύδουσι.
242
Ἑρμῆς
τοῦτο καὶ αὐτὸς ἀγανακτῶ καὶ τῷ Ἡφαίστῳ φθονῶ· σὺ δὲ κόμα, ὦ Ἄπολλον, καὶ κιθάριζε καὶ μέγα ἐπὶ τῷ κάλλει φρόνει, κἀγὼ ἐπὶ τῇ εὐεξίᾳ καὶ τῇ λύρᾳ· εἶτα, ἐπειδὰν κοιμᾶσθαι δέῃ, μόνοι καθευδήσομεν.
Ἀπόλλων
ἐγὼ μὲν καὶ ἄλλως ἀναφρόδιτός εἰμι ἐς τὰ ἐρωτικά· δύο γοῦν, οὓς μάλιστα ἠγάπησα, τὴν Δάφνην καὶ τὸν Ὑάκινθον, ἡ μὲν Δάφνη οὕτως ἐμίσησέ με, ὥστε εἵλετο ξύλον γενέσθαι μᾶλλον ἢ ἐμοὶ ξυνεῖναι, τὸν Ὑάκινθον δὲ ὑπὸ τοῦ δίσκου ἀπώλεσα, καὶ νῦν ἀντʼ ἐκείνων στεφάνους ἔχω.
Ἑρμῆς
ἐγὼ δὲ ἤδη ποτὲ τὴν Ἀφροδίτην — ἀλλὰ οὐ χρὴ αὐχεῖν.
Ἀπόλλων
οἶδα, καὶ τὸν Ἑρμαφρόδιτον ἐκ σοῦ λέγεται τεκεῖν. πλὴν ἐκεῖνό μοι εἰπέ, εἴ τι οἶσθα, πῶς οὐ ζηλοτυπεῖ ἡ Ἀφροδίτη τὴν Χάριν ἢ ἡ Χάρις ταύτην;
Ἑρμῆς
ὅτι, ὦ Ἄπολλον, ἐκείνη μὲν αὐτῷ ἐν τῇ Λήμνῳ σύνεστιν, ἡ δὲ Ἀφροδίτη ἐν τῷ οὐρανῷ· ἄλλως τε περὶ τὸν Ἄρη ἔχει τὰ πολλὰ κἀκείνου ἐρᾷ, ὥστε ὀλίγον αὐτῇ τοῦ χαλκέως τούτου μέλει.
Ἀπόλλων
καὶ ταῦτα οἴει τὸν Ἥφαιστον εἰδέναι;
243
Ἑρμῆς
οἶδεν· ἀλλὰ τί ἂν δρᾶσαι δύναιτο γενναῖον ὁρῶν νεανίαν καὶ στρατιώτην αὐτόν; ὥστε τὴν ἡσυχίαν ἄγει· πλὴν ἀπειλεῖ γε δεσμά τινα ἐπιμηχανήσεσθαι αὐτοῖς καὶ συλλήψεσθαι σαγηνεύσας ἐπὶ τῆς εὐνῆς.
Ἀπόλλων
οὐκ οἶδα· εὐξαίμην δʼ ἂν αὐτὸς ὁ ξυλληφθησόμενος εἶναι.
Dialogi deorum. Lucian. ed. Karl Jacobitz. Leipzig. 1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.