412 ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΑΙΑΚΟΥ
ΜΕΝΙΠΠΟΣ
Πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα.
ΑΙΑΚΟΣ
Οὐ ῥᾴδιον, ὦ Μένιππε, ἅπαντα· ὅσα μέντοι κεφαλαιώδη, μάνθανε· οὗτος μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασεν, καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας εἰσιών.
413
ΜΕΝΙΠΠΟΣ
Οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐπισήμους
1
αὐτῶν.
ΑΙΑΚΟΣ
Οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς,
2
εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.
ΜΕΝΙΠΠΟΣ
Βαβαί, ὦ Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα. οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστιν;
3
ΑΙΑΚΟΣ
Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, ὁ δ’ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, ὁ δ’ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης.
414
ΜΕΝΙΠΠΟΣ
Εἶτα σέ, ὦ κάθαρμα, ἡ Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστιν. τὸν Σαρδανάπαλλον δέ, ὦ Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον.
ΑΙΑΚΟΣ
Μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως αὐτῷ ἀνρογύνῳ γε ὄντι.
ΑΙΑΚΟΣ
Βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;
ΜΕΝΙΠΠΟΣ
Νὴ Δία γε.
ΑΙΑΚΟΣ
Πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί.
415
ΜΕΝΙΠΠΟΣ
Χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν θέλῃς.
ΠΥΘΑΓΟΡΑΣ
Μὴ
4
καὶ σύ γε, ὦ Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Οὐκέτι χρυσοῦς ὁ μηρός σοι;
ΠΥΘΑΓΟΡΑΣ
Οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει.
ΜΕΝΙΠΠΟΣ
Κυάμους, ὦγαθέ· ὥστε οὐ τουτί σοι ἐδώδιμον.
ΠΥΘΑΓΟΡΑΣ
Δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.
ΑΙΑΚΟΣ
Οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ' αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.
ΜΕΝΙΠΠΟΣ
ΑΙΑΚΟΣ
Ἐμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.
ΜΕΝΙΠΠΟΣ
Ὦ χαλκόπου βέλτιστε, τί παθὼν σεαυτὸν εἰς τοὺς κρατῆρας ἐνέβαλες;
ΕΜΠΕΔΟΚΛΗΣ
Μελαγχολία τις, ὦ Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Οὐ μὰ Δί' ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα·
417
πλὴν οὐδέν σε ὤνησεν τὸ σόφισμα· ἐφωράθης γὰρ τεθνεώς. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;
ΑΙΑΚΟΣ
Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.
ΜΕΝΙΠΠΟΣ
Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν.
ΑΙΑΚΟΣ
Ὁρᾷς τὸν φαλακρόν;
ΜΕΝΙΠΠΟΣ
Ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.
ΑΙΑΚΟΣ
Τὸν σιμὸν λέγω.
ΜΕΝΙΠΠΟΣ
Καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.
ΣΩΚΡΑΤΗΣ
Ἐμὲ ζητεῖς, ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Καὶ μάλα, ὦ Σώκρατες.
ΣΩΚΡΑΤΗΣ
Τί τὰ ἐν Ἀθήναις;
418
ΜΕΝΙΠΠΟΣ
Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι
7
φιλόσοφοι.
ΣΩΚΡΑΤΗΣ
Μάλα πολλοὺς ἑώρακα.
ΜΕΝΙΠΠΟΣ
Ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος ἢ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρον, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.
ΣΩΚΡΑΤΗΣ
Περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;
ΜΕΝΙΠΠΟΣ
Εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα. πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα
419
γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα—οἶμαι γὰρ
8
τἀληθῆ λέγειν—οὐδὲν εἰδότα.
ΣΩΚΡΑΤΗΣ
Καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν τὸ πρᾶγμα ᾤοντο εἶναι.
ΜΕΝΙΠΠΟΣ
Τίνες δέ εἰσιν οὗτοι οἱ περὶ σέ;
ΣΩΚΡΑΤΗΣ
Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.
ΜΕΝΙΠΠΟΣ
Εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σεαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.
ΣΩΚΡΑΤΗΣ
Τί γὰρ ἂν ἥδιον ἄλλο πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.
ΜΕΝΙΠΠΟΣ
Μὰ Δί', ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν·
420
ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.
ΑΙΑΚΟΣ
Κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρὸς λάθῃ διαφυγών. τὰ πολλὰ δ’ εἰσαῦθις ὄψει, ὦ Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.
Dialogi mortuorum. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.