ΛΥΚΙΝΟΣ
Ἀλλ' ἤδη σὸν αἰτεῖν, ὦ Τιμόλαε, καὶ ὅπως ὑπερβαλῇ τούτους, ὥσπερ εἰκὸς ἄνδρα συνετὸν καὶ πράγμασιν χρῆσθαι εἰδότα.
ΤΙΜΟΛΑΟΣ
Σκόπει γοῦν, ὦ Λυκῖνε, εἴ τι ἐπιλήψιμον εὔξομαι καὶ ὅ τι ἂν εὐθῦναί τις δυνηθείη. χρυσὸν μὲν οὖν καὶ θησαυροὺς καὶ μεδίμνους νομίσματος ἢ βασιλείας καὶ πολέμους καὶ δείματα ὑπὲρ τῆς ἀρχῆς, εἰκότως
1
διέβαλες, οὐκ αἰτήσομαι. ἀβέβαια γὰρ ταῦτά γε καὶ πολλὰς τὰς ἐπιβουλὰς ἔχοντα καὶ πλέον τοῦ ἡδέος τὸ ἀνιαρὸν ἐν αὐτοῖς ἦν.
Navigium. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.