ΛΥΚΙΝΟΣ
καὶ γὰρ οὖν καὶ τόδε πῶς οὐ ταπεινόν, ὅτι καὶ νοσεῖς τὰ ὅμοια τοῖς ἰδιώταις καὶ ὁ πυρετὸς οὐ διαγιγνώσκει σε βασιλέα ὄντα οὐδ’ ὁ θάνατος δέδιε τοὺς δορυφόρους, ἀλλ’ ἐπιστάς, ὁπόταν αὐτῷ δοκῇ, ἄγει οἰμώζοντα οὐκ αἰδούμενος τὸ διάδημα; σὺ δὲ ὁ οὕτως ὑψηλὸς καταπεσὼν ἀνάσπαστος ἐκ τοῦ βασιλείου θρόνου τὴν αὐτὴν ὁδὸν ἄπει τοῖς πολλοῖς, ἰσότιμος ἐλαυνόμενος ἐν τῇ ἀγέλῃ τῶν νεκρῶν, χῶμα ὑψηλὸν ὑπὲρ γῆς καὶ στήλην μακρὰν ἢ πυραμίδα εὔγραμμον τὰς γωνίας ἀπολιπών, ἐκπρόθεσμα καὶ ἀνεπαίσθητα φιλοτιμήματα. εἰκόνες δὲ ἐκεῖναι καὶ νεῴ,
1
οὓς ἀνιστᾶσιν αἱ πόλεις θεραπεύουσαι, καὶ τὸ μέγα ὄνομα πάντα κατ' ὀλίγον ὑπορρεῖ καὶ ἄπεισιν ἀμελούμενα. ἢν δὲ καὶ ὅτι μάλιστα ἐπὶ πλεῖστον παραμείνῃ, τίς ἔτι ἀπόλαυσις ἀναισθήτῳ αὐτῷ γενομένῳ; ὁρᾷς οἷα μὲν ἔτι ζῶν ἕξεις πράγματα δεδιὼς καὶ φροντίζων καὶ κάμνων, οἷα δὲ καὶ μετὰ τὴν ἀπαλλαγὴν ἔσται;
Navigium. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.