ΕΡΜΟΤΙΜΟΣ
Αὐτὸς ἂν εἰδείης ἄμεινον· ἐγὼ δὲ ὁρῶ τοῦτο, ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ γενετῆς εὐθὺς ἀρξάμενοι.
ΛΥΚΙΝΟΣ
Τί ἂν
1
οὖν πάθοι τις, ὦ Ἑρμότιμε, εἰ τοιοῦτόν ἐστι τὸ πρᾶγμα; ἢ ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη ὡμολογημένα—ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων; ὡς τόν γε ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον ἢ κρίσει τἀληθὲς ἀναζητοῦντα. οὐχ οὕτως ἐλέγομεν;
ΕΡΜΟΤΙΜΟΣ
Ναί.
ΛΥΚΙΝΟΣ
Πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς, εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντες καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες εὐδαιμονήσειν. πρὶν δὲ οὕτω ποιῆσαι, ἐν σκότῳ φασὶν ὀρχοίμεθ' ἂν οἷς ἂν τύχωμεν προσπταίοντες καὶ ὅ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτο εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν. πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον αὐτὸ εἶναι τἀληθέστατον.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.