ΕΡΜΟΤΙΜΟΣ
Τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας ἐπιθυμεῖν πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε πρὸς τὸ μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ μέλλουσιν ἀφικόμενοι ἐγγραφήσεσθαι καὶ αὐτοὶ καὶ μεθέξειν τῆς πολιτείας;
ΛΥΚΙΝΟΣ
Νὴ Δία, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ τούτῳ σπουδαστέον, τῶν δὲ ἄλλων ἀμελητέον, καὶ μήτε πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης πολὺν ποιεῖσθαι λόγον μήτε παίδων ἢ γονέων ὅτῳ εἰσίν ἐπικατεχόντων καὶ κλαυθμυριζομένων ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα μὲν κἀκείνους παρακαλεῖν ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ ἐθέλοιεν ἢ μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν εὐθὺ τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα τὸ ἱμάτιον εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν, ἐσσύμενον ἐκεῖσε—οὐ γὰρ δέος μή σέ τις ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.