ΛΥΚΙΝΟΣ
Ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ αὐτῶν. οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας ἐπαινοῦσι τὰ αὐτῶν.
ΕΡΜΟΤΙΜΟΣ
Οὐδαμῶς, ἀλλὰ οἱ ἄλλοι ἔλεγον.
ΛΥΚΙΝΟΣ
Οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον ὡς τὸ εἰκός.
1
ΕΡΜΟΤΙΜΟΣ
Οὐ γάρ.
ΛΥΚΙΝΟΣ
Οἱ δ’ ἄρα ἰδιῶται ταῦτα ἔλεγον.
ΕΡΜΟΤΙΜΟΣ
Καὶ μάλα.
ΛΥΚΙΝΟΣ
Ὁρᾷς ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις τἀληθές. ἀλλ’ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσεν καὶ κατὰ τὰ ὑπ' ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων. οὐ γὰρ ἀξιῶ πιστεῦσαί σοι
2
τοιαῦτα λέγοντι.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.