ἀτὰρ εἰπέ μοι, μία τις ὁδός ἐστιν ἡ ἐπὶ φιλοσοφίαν ἄγουσα ἡ τῶν Στωϊκῶν ὑμῶν; ἢ ἀληθῆ ἐγὼ ἤκουον ὡς καὶ ἄλλοι πολλοί τινές εἰσιν;
ΕΡΜΟΤΙΜΟΣ
Μάλα πολλοί—Περιπατητικοὶ καὶ Ἐπικούρειοι καὶ οἱ τὸν Πλάτωνα ἐπιγραφόμενοι, καὶ αὖ Διογένους ἄλλοι τινὲς καὶ Ἀντισθένους ζηλωταὶ καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ ἔτι πλείους.
ΛΥΚΙΝΟΣ
Ἀληθῆ ταῦτα· πολλοὶ γάρ εἰσι. πότερον δή, ὦ Ἑρμότιμε, τὰ αὐτὰ οὗτοι λέγουσιν ἢ διάφορα;
ΕΡΜΟΤΙΜΟΣ
Καὶ πάνυ διάφορα.
ΛΥΚΙΝΟΣ
Τὸ δέ γε ἀληθὲς οἶμαι πάντως που ἓν ἦν αὐτῶν ἀλλ’ οὐ πάντα διάφορά γε ὄντα.
ΕΡΜΟΤΙΜΟΣ
Πάνυ μὲν οὖν.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.