εἰ δὲ καὶ χρὴ ὁμόσε χωρήσαντα τῇ αἰτίᾳ τὴν ὀρθοτάτην ἀπολογίαν ἀπολογήσασθαι, ἀνάγνωθι, ὦ οὗτος, τὰ Ἔργα μου καὶ τὰς Ἡμέρας. εἴσῃ γὰρ ὅσα ἐν τῷ ποιήματι τούτῳ μαντικῶς ἅμα καὶ προφητικῶς προτεθέσπισταί μοι τὰς ἀποβάσεις προδηλοῦντα τῶν τε ὀρθῶς καὶ κατὰ καιρὸν πραττομένων καὶ τῶν παραλελειμμένων τὰς ζημίας. καὶ τὸ
οἴσεις δ’ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται,
καὶ πάλιν ὅσα ἀγαθὰ περιέσται τοῖς ὀρθῶς γεωργοῦσιν χρησιμωτάτη ἂν
1
τῷ βίῳ μαντικὴ νομίζοιτο.
Hesiod. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.