Τόξαρις
ἐγὼ μὲν ἐπὶ τούτοις ἐκώκυον, ὁ δὲ λαβὼν τὰ ὅπλα τὰ μὲν ἄλλα περιεδήσατο, τὸ κράνος δὲ οὐκ ἐπέθηκεν,
1
ἀλλʼ ἀπὸ γυμνῆς τῆς κεφαλῆς καταστὰς ἐμάχετο. καὶ τὸ μὲν πρῶτον τιτρώσκεται αὐτός, καμπύλῳ τῷ ξίφει ὑποτμηθεὶς τὴν ἰγνύαν, ὥστε αἷμα ἔρρει πολύ· ἐγὼ δὲ προετεθνήκειν ἤδη τῷ δέει. θρασύτερον δὲ ἐπιφερόμενον τηρήσας τὸν ἀντίπαλον παίει εἰς τὸ στέρνον καὶ διήλασεν, ὥστε αὐτίκα ἐπεπτώκει πρὸ τοῖν ποδοῖν αὐτοῦ. ὁ δὲ κάμνων καὶ αὐτὸς ἀπὸ τοῦ τραύματος ἐπεκάθιζε τῷ νεκρῷ, καὶ μικροῦ δεῖν ἀφῆκεν αὐτὸν ἡ ψυχή, ἀλλʼ ἐγὼ προσδραμὼν ἀνέστησα καὶ παρεμυθησάμην. ἐπεὶ δὲ ἀφεῖτο ἤδη νενικηκώς, ἀράμενος αὐτὸν ἐκόμισα εἰς τὴν
οἰκίαν· καὶ ἐπὶ πολὺ θεραπευθεὶς ἐπέζησε μὲν καὶ ἔστι μέχρι νῦν ἐν Σκύθαις, γήμας τὴν ἐμὴν
ἀδελφήν· χωλὸς
δέ ἐστιν ὅμως ἀπὸ τοῦ τραύματος.
τοῦτο, ὦ Μνήσιππε, οὐκ ἐν Μάχλυσιν οὐδὲ ἐν Ἀλανίᾳ ἐγένετο, ὡς ἀμάρτυρον εἶναι καὶ ἀπιστεῖσθαι δύνασθαι, ἀλλὰ πολλοὶ πάρεισιν Ἀμαστριανῶν μεμνημένοι τὴν μάχην
2
τοῦ Σισίννου.
Toxaris vel amicitia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.