Τόξαρις
Ταῦτα εἶπε, καὶ πονηρῶς τὸ μεταξὺ ἀποζήσαντες, ἐνστάσης ἤδη τῆς θέας ἐθεώμεθα καὶ
αὐτοί· παραλαβὼν γάρ με ὡς ἐπὶ τερπνόν τι καὶ παράδοξον θέαμα τῶν Ἑλληνικῶν ἄγει εἰς τὸ θέατρον. καὶ καθίσαντες ἑωρῶμεν τὸ μὲν πρῶτον θηρία κατακοντιζόμενα καὶ ὑπὸ κυνῶν διωκόμενα καὶ ἐπʼ ἀνθρώπους δεδεμένους ἀφιέμενα, κακούργους τινάς, ὡς εἰκάζομεν. ἐπεὶ δὲ εἰσῆλθον οἱ μονομάχοι καί τινα παραγαγὼν ὁ κῆρυξ εὐμεγέθη νεανίσκον εἶπεν, ὅστις ἂν ἐθέλῃ τούτῳ μονομαχῆσαι, ἥκειν εἰς
τὸ μέσον δραχμὰς ληψόμενον μυρίας μισθὸν τῆς μάχης, ἐνταῦθα ἐξανίσταται ὁ Σισίννης καὶ καταπηδήσας ὑπέστη μαχεῖσθαι καὶ τὰ ὅπλα ᾔτει, καὶ τὸν μισθὸν λαβών, τὰς μυρίας ἐμοὶ φέρων ἐνεχείρισε, καὶ
εἰ μὲν κρατήσαιμι, ὦ Τόξαρι, εἶπεν,
ἅμα ἄπιμεν ἔχοντες τὰ ἀρκοῦντα, ἢν δὲ πέσω, θάψας με ὑποχώρει ὀπίσω ἐς Σκύθας.
Toxaris vel amicitia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.