Μνήσιππος
ὡς δὲ ὑπέσχετο ἥξειν παρʼ αὐτὴν καὶ ἧκε περὶ πρῶτον ὕπνον καὶ ἔνδον ἦν, ὁ Δημῶναξ, ὁ τῆς Χαρικλείας ἀνήρ, εἴτε ἄλλως αἰσθόμενος εἴτε καὶ ἀπὸ συνθήματος
1
τῆς γυναικός (ἄμφω γὰρ λέγεται) ἐπαναστὰς ὥσπερ ἐκ λόχου τήν τε αὔλειον ἀποκλείειν ἐκέλευεν καὶ συλλαμβάνειν τὸν Δεινίαν, πῦρ καὶ μάστιγας ἀπειλῶν καὶ ξίφος ὡς ἐπὶ μοιχὸν σπασάμενος.
ὁ δὲ συνιδὼν οὗ κακῶν ἦν, μοχλόν τινα πλησίον κείμενον ἁρπάσας αὐτόν τε ἀποκτείνει τὸν Δημώνακτα, πατάξας εἰς τὸν κρόταφον, καὶ τὴν Χαρίκλειαν, οὐ μιᾷ πληγῇ ταύτην, ἀλλὰ καὶ τῷ μοχλῷ πολλάκις καὶ τῷ ξίφει τοῦ Δημώνακτος ὕστερον. οἱ δʼ οἰκέται τέως μὲν ἑστήκεσαν ἄφωνοι, τῷ παραδόξῳ τοῦ πράγματος ἐκπεπληγμένοι, εἶτα πειρώμενοι συλλαμβάνειν, ὡς καὶ αὐτοῖς ἐπῄει μετὰ τοῦ ξίφους, ἐκεῖνοι μὲν ἔφευγον, ὁ Δεινίας δὲ ὑπεξέρχεται
2
τηλικοῦτον ἔργον εἰργασμένος.
καὶ τὸ μέχρι τῆς ἕω παρὰ τῷ Ἀγαθοκλεῖ διέτριβεν, ἀναλογιζόμενοι τὰ πεπραγμένα καὶ περὶ τῶν μελλόντων ὅ τι ἀποβήσεται σκοποῦντες· ἕωθεν δὲ οἱ στρατηγοὶ παρῆσαν — ἤδη γὰρ τὸ πρᾶγμα διεβεβόητο — καὶ συλλαβόντες τὸν Δεινίαν, οὐδʼ αὐτὸν ἔξαρνον ὄντα μὴ οὐχὶ πεφονευκέναι, ἀπάγουσι παρὰ τὸν ἁρμοστὴν ὃς ἥρμοζε τὴν Ἀσίαν τότε. ὁ δὲ βασιλεῖ τῷ μεγάλῳ ἀναπέμπει
αὐτόν· καὶ μετʼ οὐ πολὺ κατεπέμφθη ὁ Δεινίας εἰς Γύαρον νῆσον τῶν Κυκλάδων, ἐν ταύτῃ φεύγειν εἰς ἀεὶ τεταγμένος ὑπὸ βασιλέως.
Toxaris vel amicitia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.