σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις;
1
οὐ μὲν οὖν ἄλλος. ὢ τοῦ γέλωτος. εἶτα τί οὐκ ἂν γένοιτο; καὶ Ληκυθίων φιλοσοφεῖ.
Ἑρμῆς
ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν;
Δεσπότης
γ
Οὐδαμῶς, ἀλλʼ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι.
Ἑρμῆς
ὅτι τί;
Δεσπότης
γ
ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν. τὸ δʼ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν.
Ἑρμῆς
Ἡράκλεις ἀλεξίκακε, ἀκούεις; ἔπειτα πήρα καὶ βάκτρον. — καὶ αὐτὸς ἀπόλαβε τὴν γυναῖκα σύ.
Ἀνήρ
μηδαμῶς. οὐκ ἂν
ἀπολάβοιμι βιβλίον μοι τῶν παλαιῶν κυοῦσαν.
Ἑρμῆς
πῶς βιβλίον;
Ἀνήρ
ἔστιν τι, ὦ ἀγαθέ, Τρικάρανος βιβλίον.
Ἑρμῆς
Οὐδὲν ἄτοπον, ἐπεὶ καὶ Τριφάλης.
2
Fugitivi. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.