Πολύστρατος
οὐκ οἶδα εἴ μοι τοῦτο δυνατὸν ἔτι, ὦ Λυκῖνε· μακρὰ γὰρ εἴρηταί σοι καὶ ταῦτα, καὶ ὑπὲρ τὸ ὕδωρ τὸ ἐκκεχυμένον. πειράσομαι δʼ ὅμως ἐπιμνησθῆναι αὐτῶν. καὶ ὡς ὁρᾷς, ἤδη ἀποσοβῶ παρʼ αὐτὴν ἐπιβυσάμενος τὰ ὦτα, ὡς μή τι παρεμπεσὸν ἄλλο συγχέῃ τὴν τάξιν αὐτῶν, εἶτά μοι συρίττεσθαι συμβῇ πρὸς τῶν θεατῶν.
Λυκῖνος
αὐτῷ σοι μελήσει, ὦ Πολύστρατε, ὅπως ἄριστα
ὑποκρίνῃ. ἐγὼ δὲ ἐπείπερ ἅπαξ σοι τὸ δρᾶμα παραδέδωκα, νῦν μὲν ἐκποδὼν ἀποστήσομαι· ὁπόταν δὲ τὰς ψήφους ἀνακηρύττωσι τῶν κριτῶν, τότε ἤδη καὶ αὐτὸς παρέσομαι ὀψόμενος
ὁποῖόν τι τὸ τέλος τοῦ ἀγῶνος ἔσται.
Pro imaginibus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.