Σίμων
σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ
1
εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται· ὁ δὲ
τρέφων αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει· βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.
De parasito sive artem esse parasiticam. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.