Σίμων
τί δέ; οὐχὶ καὶ Ἀριστογείτων, δημοτικὸς ὢν καὶ
πένης, ὥσπερ Θουκυδίδης φησί, παράσιτος ἦν Ἁρμοδίου; τί δέ; οὐχὶ καὶ ἐραστής; ἐπιεικῶς γὰρ οἱ παράσιτοι καὶ ἐρασταὶ τῶν τρεφόντων εἰσίν. οὗτος τοίνυν πάλιν ὁ παράσιτος τὴν Ἀθηναίων πόλιν τυραννουμένην εἰς ἐλευθερίαν ἀφείλετο, καὶ νῦν ἕστηκε χαλκοῦς ἐν τῇ ἀγορᾷ μετὰ τῶν παιδικῶν.
οὗτοι μὲν δή, τοιοίδε ὄντες, μάλα ἀγαθοὶ παράσιτοι ἦσαν.
De parasito sive artem esse parasiticam. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.