Σίμων
ὡς μὲν τοίνυν κοινῇ πασῶν
1
διαφέρει, δεδεῖχθαί μοι δοκῶ. φέρε δὴ ὡς καὶ κατʼ ἰδίαν ἑκάστης διαφέρει σκοπῶμεν. τὸ μὲν δὴ ταῖς βαναύσοις τέχναις παραβάλλειν αὐτὴν ἀνόητόν ἐστιν, καὶ μᾶλλόν πως καθαιροῦντος τὸ ἀξίωμα τῆς τέχνης. ὅτι γε μὴν τῶν καλλίστων καὶ μεγίστων τεχνῶν διαφέρει δεικτέον. ὡμολόγηται δὴ πρὸς πάντων τήν τε ῥητορικὴν καὶ τὴν φιλοσοφίαν, ἃς διὰ γενναιότητα καὶ ἐπιστήμας ἀποφαίνονταί τινες,
2
ἐπειδὰν καὶ τούτων ἀποδείξαιμι τὴν παρασιτικὴν πολὺ κρατοῦσαν, δῆλον ὅτι
3
τῶν ἄλλων τεχνῶν δόξει προφερεστάτη καθάπερ ἡ Ναυσικάα τῶν θεραπαινίδων.
De parasito sive artem esse parasiticam. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.