Διογένης
θαρρεῖτε, οὐδὲν
ἐλλείψομεν· ὑπὲρ ἁπάντων ἐρῶ. κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα — φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν — ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλʼ οὐ τὰ ἐμὰ ἐνδεήσει· δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν.
Φιλοσοφία
τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ
μᾶλλον· ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ. μὴ μέλλε δʼ οὖν. ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει.
Παρρησιάδης
οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθʼ ὑμῶν, Διογένης δὲ κατηγορείτω μόνος.
Φιλοσοφία
οὐ δέδιας οὖν μή σου καταψηφίσωνται;
Παρρησιάδης
οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι.
Φιλοσοφία
γενναῖά σου ταῦτα· καθίσατε δʼ οὖν. σὺ δέ, ὦ Διόγενες, λέγε.
Piscator. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.