Σωκράτης
Ἀριστότελες, ἐπισπούδασον· ἔτι θᾶττον.
1
εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγόρεις. τῷ
τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατʼ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθʼ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι.
Φιλόσοφος
ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν.
Ἄλλος1
νὴ Δία, μαστιγωθέντα γε πρότερον.
Ἄλλος2
πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω.
Ἄλλος3
τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω.
Σωκράτης
σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ;
Ἐμπεδοκλῆς
εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν.
Πλάτων
καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα
λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον, ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο.
Piscator. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.