Φιλοσοφία
ἀνίωμεν οὖν. ἀλλὰ εἰπέ μοι σύ, τί σοι τοὔνομα;
Παρρησιάδης
ἐμοί; Παρρησιάδης Ἀληθίωνος τοῦ Ἐλεγξικλέους.
Φιλοσοφία
πατρὶς δέ;
Παρρησιάδης
Σύρος, ὦ Φιλοσοφία, τῶν Ἐπευφρατιδίων. ἀλλὰ τί τοῦτο; καὶ γὰρ τούτων τινὰς οἶδα τῶν ἀντιδίκων μου οὐχ ἧττον ἐμοῦ βαρβάρους τὸ γένος· ὁ τρόπος δὲ καὶ ἡ παιδεία οὐ κατὰ Σολέας ἢ Κυπρίους ἢ Βαβυλωνίους ἢ Σταγειρίτας. καίτοι πρός γε σὲ οὐδὲν ἂν ἔλαττον γένοιτο οὐδʼ εἰ τὴν φωνὴν βάρβαρος εἴη τις, εἴπερ ἡ γνώμη ὀρθὴ καὶ δικαία φαίνοιτο οὖσα.
Piscator. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.