Σωκράτης
βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις· ἐπίβαλλε τῶν βώλων· προσεπίβαλλε καὶ τῶν
ὀστράκων· παῖε τοῖς ξύλοις τὸν
ἀλιτήριον· ὅρα μὴ διαφύγῃ· καὶ σὺ βάλλε, ὦ
Πλάτων· καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα·
1
συνασπίσωμεν ἐπʼ αὐτόν,
ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις, κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ· μηδὲ ἀνῆτε· διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν.
ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς.
Piscator. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.