Δημέας
τουτὶ μὲν οὖν σοι τὸ ψήφισμα. ἐγὼ δὲ καὶ τὸν υἱὸν ἐβουλόμην ἀγαγεῖν παρὰ σέ, ὃν ἐπὶ τῷ σῷ ὀνόματι Τίμωνα ὠνόμακα.
Τίμων
πῶς, ὦ Δημέα, ὃς οὐδὲ γεγάμηκας, ὅσα γε καὶ ἡμᾶς εἰδέναι;
Δημέας
ἀλλὰ γαμῶ, ἢν διδῷ θεός, ἐς νέωτα καὶ παιδοποιήσομαι καὶ τὸ γεννηθησόμενον — ἄρρεν γὰρ ἔσται — Τίμωνα ἤδη καλῶ.
Τίμων
οὐκ οἶδα εἰ γαμησείεις
1
ἔτι, ὦ οὗτος, τηλικαύτην παρʼ ἐμοῦ πληγὴν λαμβάνων.
Δημέας
οἴμοι· τί τοῦτο; τυραννίδι Τίμων ἐπιχειρεῖς καὶ τύπτεις τοὺς ἐλευθέρους οὐ καθαρῶς ἐλεύθερος οὐδʼ αὐτὸς ὤν; ἀλλὰ δώσεις ἐν τάχει τὴν δίκην
τά τε ἄλλα καὶ ὅτι τὴν ἀκρόπολιν ἐνέπρησας.
Timon. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.