Μίκυλλος
ἀποδυσάμενος δὲ τὸν Πυθαγόραν τίνα μετημφιέσω μετʼ αὐτόν;
Ἀλεκτρυών
Ἀσπασίαν τὴν ἐκ Μιλήτου
ἑταίραν·
Μίκυλλος
φεῦ τοῦ λόγου, καὶ γυνὴ γὰρ σὺν τοῖς ἄλλοις ὁ Πυθαγόρας ἐγένετο, καὶ ἦν ποτε χρόνος ὅτε καὶ σὺ ᾠοτόκεις, ὦ ἀλεκτρυόνων γενναιότατε, καὶ συνῆσθα Περικλεῖ Ἀσπασία οὖσα καὶ ἐκύεις ἀπʼ αὐτοῦ καὶ ἔρια ἔξαινες καὶ κρόκην κατῆγες καὶ ἐγυναικίζου ἐς τὸ ἑταιρικόν;
Ἀλεκτρυών
πάντα ταῦτα ἐποίουν οὐ μόνος, ἀλλὰ καὶ Τειρεσίας πρὸ ἐμοῦ καὶ ὁ Ἐλάτου παῖς ὁ Καινεύς, ὥστε ὁπόσα ἂν ἀποσκώψῃς εἰς ἐμὲ, καὶ εἰς ἐκείνους ἀποσκώψας ἔσῃ.
Μίκυλλος
τί οὖν; πότερος ἡδίων ὁ βίος σοι ἦν, ὅτε ἀνὴρ ἦσθα ἢ ὅτε σε ὁ Περικλῆς ὤπυιεν;
Ἀλεκτρυών
ὁρᾷς οἷον τοῦτο ἠρώτησας, οὐδὲ τῷ Τειρεσίᾳ συνενεγκοῦσαν τὴν ἀπόκρισιν;
Μίκυλλος
ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἱκανῶς ὁ Εὐριπίδης διέκρινε τὸ τοιοῦτον, εἰπὼν ὡς τρὶς ἂν ἐθέλοι παρʼ ἀσπίδα στῆναι ἢ ἅπαξ τεκεῖν.
Ἀλεκτρυών
καὶ μὴν ἀναμνήσω σε, ὦ Μίκυλλε, οὐκ εἰς μακρὰν
ὠδίνουσαν· ἔσῃ γὰρ γυνὴ καὶ σὺ ἐν πολλῇ τῇ περιόδῳ πολλάκις.
Μίκυλλος
οὐκ ἀπάγξῃ, ὦ ἀλεκτρυών, ἅπαντας οἰόμενος Μιλησίους ἢ Σαμίους εἶναι; σὲ γοῦν φασι καὶ Πυθαγόραν ὄντα τὴν ὥραν λαμπρὸν πολλάκις Ἀσπασίαν γενέσθαι τῷ τυράννῳ.
Gallus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.