Ἥρα
δεινὰ ταῦτα ὡς ἀληθῶς, καὶ οὐ μάτην, ὦ Ζεῦ, ἐπετραγῴδεις αὐτοῖς.
Ζεύς
σὺ δὲ ᾤου Δανάης τινὸς ἢ Ἀντιόπης εἶναι μοι λόγον ἐν ταράχῳ τοσούτῳ. τί δʼ οὖν, ὦ Ἑρμῆ καὶ Ἥρα καὶ Ἀθηνᾶ, πράττοιμεν ἄν; συνευρίσκετε γὰρ καὶ αὐτοὶ τὸ μέρος.
Ἑρμῆς
ἐγὼ μὲν ἐπὶ τὸ κοινόν φημι δεῖν τὴν σκέψιν ἐπανενεγκεῖν ἐκκλησίαν συναγαγόντα.
Ἥρα
κἀμοὶ ταὐτὰ
1
συνδοκεῖ ἅπερ καὶ τούτῳ.
Ἀθήνη
ἀλλʼ ἐμοὶ τἀναντία δοκεῖ, ὦ πάτερ, μὴ συνταράττειν τὸν οὐρανὸν μηδὲ δῆλον εἶναι θορυβούμενον τῷ πράγματι, πράττειν δὲ ἰδίᾳ ταῦτα ἐξ ὧν κρατήσει μὲν ὁ Τιμοκλῆς λέγων, ὁ Δᾶμις δὲ καταγελασθεὶς ἄπεισιν ἐκ τῆς συνουσίας.
Ἑρμῆς
ἀλλʼ οὔτε ἀγνοήσεται ταῦτα, ὦ Ζεῦ, ἐν φανερῷ ἐσομένης τῆς ἔριδος τοῖς φιλοσόφοις, καὶ δόξεις τυραννικὸς εἶναι μὴ κοινούμενος περὶ τῶν οὕτω μεγάλων καὶ κοινῶν ἅπασιν.
Juppiter Tragoedus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.