Ζεύς
τοῦτον μέν, ὦ θεοί, ληρεῖν ἐάσωμεν ἀεὶ τραχὺν ὄντα καὶ
ἐπιτιμητικόν· ὡς γὰρ ὁ θαυμαστὸς Δημοσθένης ἔφη, τὸ μὲν ἐγκαλέσαι καὶ μέμψασθαι καὶ ἐπιτιμῆσαι ῥᾴδιον καὶ παντός, τὸ δὲ ὅπως τὰ παρόντα βελτίω γενήσεται συμβουλεῦσαι, τοῦτʼ ἔμφρονος ὡς ἀληθῶς συμβούλου· ὅπερ οἱ ἄλλοι εὖ οἶδʼ ὅτι ποιήσετε καὶ τούτου σιωπῶντος.
Juppiter Tragoedus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.