Ἑρμῆς
ἀλλʼ, Ἡράκλεις, ὡς θορυβοῦσι τὰ κοινὰ καὶ τὰ καθʼ ἡμέραν ταῦτα βοῶντες,
διανομάς· ποῦ τὸ νέκταρ; ἡ ἀμβροσία
ἐπέλιπεν· ποῦ αἱ ἑκατόμβαι; κοινὰς τὰς θυσίας.
1
Ζεύς
κατασιώπησον αὐτούς, ὦ Ἑρμῆ, ὡς μάθωσιν ὅτου ἕνεκα συνελέγησαν τοὺς λήρους τούτους ἀφέντες.
Ἑρμῆς
οὐχ ἅπαντες, ὦ Ζεῦ, τὴν Ἑλλήνων φωνὴν
συνιᾶσιν· ἐγὼ δὲ οὐ πολύγλωττός εἰμι, ὥστε καὶ Σκύθαις καὶ Πέρσαις καὶ Θρᾳξὶν καὶ Κελτοῖς συνετὰ κηρύττειν. ἄμεινον οὖν, οἶμαι, τῇ χειρὶ σημαίνειν καὶ
παρακελεύεσθαι σιωπᾶν.
Ζεύς
οὕτω ποίει.
Juppiter Tragoedus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.