Ζεύς
ὁρᾷς; ταῦτʼ ἤδη ὑβριστικά, ὦ Κυνίσκε, φής· καί σοι τάχα μεταμελήσει ποτὲ αὐτῶν.
Κυνίσκος
φείδου, ὦ Ζεῦ, τῶν ἀπειλῶν, εἰδὼς οὐδέν με πεισόμενον ὅ τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ
ἔδοξεν· ἐπεὶ οὐδʼ αὐτοὺς ἐκείνους ὁρῶ τοὺς ἱεροσύλους κολαζομένους, ἀλλʼ οἵ γε πλεῖστοι διαφεύγουσιν ὑμᾶς· οὐ γὰρ εἵμαρτο, οἶμαι, ἁλῶναι αὐτούς.
Ζεύς
οὐκ ἔλεγον ὡς ἄρʼ ἐκείνων τις εἶ τῶν ἀναιρούντων τὴν πρόνοιαν τῷ λόγῳ;
Κυνίσκος
πάνυ, ὦ Ζεῦ, δέδιας αὐτούς, οὐκ οἶδα ὅτου ἕνεκα· πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις ἐκείνων παιδεύματα εἶναι.
Juppiter Confutatus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.