Κυνίσκος
ἐγὼ δὲ — παρὰ τίνος γὰρ ἂν ἄλλου τἀληθὲς ἢ παρὰ σοῦ μάθοιμι; — ἡδέως δʼ ἂν καὶ τοῦτο ἐροίμην σε, τίς ἡ Πρόνοια ὑμῖν αὕτη ἐστί, Μοῖρά τις ἢ καὶ ὑπὲρ ταύτας θεὸς ὥσπερ, ἄρχουσα καὶ αὐτῶν ἐκείνων;
Ζεύς
ἤδη σοι καὶ πρότερον ἔφην οὐ θεμιτὸν εἶναι πάντα σε εἰδέναι. σὺ δʼ ἕν τι ἐν ἀρχῇ ἐρωτήσειν φήσας οὐ παύῃ τοσαῦτα πρός με λεπτολογούμενος· καὶ ὁρῶ ὅτι σοι τὸ κεφάλαιόν ἐστι τοῦ λόγου ἐπιδεῖξαι οὐδενὸς ἡμᾶς προνοοῦντας τῶν ἀνθρωπίνων.
Κυνίσκος
οὐκ ἐμὸν τοῦτο, ἀλλὰ σὺ μικρὸν ἔμπροσθεν ἔφησθα τὰς Μοίρας εἶναι τὰς ἅπαντα ἐπιτελούσας· εἰ μὴ μεταμέλει σοι ἐκείνων καὶ ἀνατίθεσαι αὖθις τὰ εἰρημένα καὶ ἀμφισβητεῖτε τῆς ἐπιμελείας παρωσάμενοι τὴν Εἱμαρμένην;
Juppiter Confutatus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.