Ῥαδάμανθυς
Ἅλις ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν οὖν κολασθείη τρόπον; ἆρʼ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ;
Κυνίσκος
μηδαμῶς· ἀλλʼ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι.
Ῥαδάμανθυς
λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι.
Κυνίσκος
ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ.
Ῥαδάμανθυς
πάνυ μὲν οὖν.
Κυνίσκος
οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω.
Cataplus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.