Λυκῖνος
ἦν γὰρ ταῦτα, εἴ γε μέμνημαι, τὰ ἐλεγεῖα·
ἢ οἵη ποτʼ ἄρʼ ἥγʼ Ἀρισταινέτου ἐν μεγάροισι
δῖα Κλεανθὶς ἄνασσʼ ἐτρέφετʼ ἐνδυκέως,
προὔχουσʼ ἀλλάων πασάων παρθενικάων,
κρέσσων τῆς Κυθέρης ἠδʼ ἅμα
1
τῆς Ἑλένης.
νυμφίε, καὶ σὺ δὲ χαῖρε, κρατερῶν κράτιστε ἐφήβων,
2
κρέσσων Νιρῆος καὶ Θέτιδος
πάϊδος.
ἄμμες δʼ αὖθʼ ὑμῖν τοῦτον θαλαμήϊον ὕμνον
ξυνὸν ἐπʼ ἀμφοτέροις πολλάκις ᾀσόμεθα.
Symposium. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.