Λυκῖνος
γέλως ἐπὶ τούτοις ἐγένετο ὡς οὐκ ἐν καιρῷ λεγομένοις. Διονυσόδωρος δέ,
παῦσαι, ἔφη,
βαρβαρικὰ ἡμῖν
ᾄδων, ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον ἐπὶ τούτου καὶ παρὰ τίνι;
καὶ σὺ γὰρ φθέγγῃ, κάθαρμα; εἶπεν ὁ Ἴων,
1
καὶ Διονυσόδωρος ἀντελοιδορεῖτο τὰ εἰκότα. ἀλλʼ ὁ γραμματικὸς Ἱστιαῖος ὁ βέλτιστος,
παύσασθε, ἔφη·
ἐγὼ γὰρ ὑμῖν ἐπιθαλάμιον ἀναγνώσομαι. καὶ ἀρξάμενος ἀνεγίνωσκεν.
Symposium. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.