Λυκῖνος
καὶ ὁ Ἕρμων,
εὖ γε, ἔφη,
ὦ Κλεόδημε, εἰπάτωσαν οὗτινος ἕνεκα ἡδονῆς κατηγοροῦσιν αὐτοὶ ἥδεσθαι ὑπὲρ τοὺς ἄλλους ἀξιοῦντες.
οὔκ, ἀλλὰ σύ, ἦ δʼ ὃς ὁ Ζηνόθεμις,
εἰπέ, ὦ Κλεόδημε, καθʼ ὅ τι οὐκ ἀδιάφορον ἡγῇ τὸν πλοῦτον.
οὐ μὲν οὖν, ἀλλὰ σύ. καὶ ἐπὶ πολὺ τοῦτο ἦν, ἄχρι δὴ ὁ Ἴων προκύψας ἐς τὸ ἐμφανέστερον,
παύσασθε, ἔφη·
ἐγὼ δέ, εἰ δοκεῖ, λόγων ἀφορμὰς ὑμῖν ἀξίων τῆς παρούσης ἑορτῆς καταθήσω ἐς τὸ
μέσον· ὑμεῖς δὲ ἀφιλονείκως ἐρεῖτε καὶ ἀκούσεσθε ὥσπερ ἀμέλει καὶ παρὰ τῷ ἡμετέρῳ Πλάτωνι ἐν λόγοις ἡ πλείστη διατριβὴ ἐγένετο. πάντες ἐπῄνεσαν οἱ παρόντες, καὶ μάλιστα οἱ ἀμφὶ τὸν
Ἀρισταίνετόν τε καὶ Εὔκριτον, ἀπαλλάξεσθαι τῆς ἀηδίας οὕτω γοῦν ἐλπίσαντες. καὶ μετῆλθέ τε ὁ Ἀρισταίνετος ἐπὶ τὸν αὑτοῦ τόπον εἰρήνην γεγενῆσθαι ἐλπίσας,
Symposium. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.