Κυνικός
Τί δέ, εἴ τις μετέχων τῆς αὐτῆς ταύτης τραπέζης τῶν μὲν πολλῶν καὶ ποικίλων ἀμελεῖ, ἓν δὲ τῶν ἔγγιστα κειμένων ἐπιλεξάμενος, ἱκανῶς ἔχον πρὸς τὴν ἑαυτοῦ χρείαν, τοῦτο ἐσθίοι κοσμίως καὶ τούτῳ μόνῳ χρῷτο, τοῖς δὲ ἄλλοις οὐδὲ προσβλέποι, τοῦτον οὐχ ἡγῇ σωφρονέστερον καὶ ἀμείνω ἄνδρα ἐκείνου;
Λυκίνος
Ἔγωγε.
Κυνικός
Πότερον οὖν συνίης, ἢ ἐμὲ δεῖ λέγειν;
Λυκίνος
Τὸ ποῖον;
Κυνικός
Ὅτι ὁ μὲν θεὸς τῷ ξενίζοντι χαλῶς ἐκείνῳ ἔοικε παρατιθεὶς πολλὰ καὶ ποικίλα καὶ παντοδαπά, ὅπως ἔχωσιν ἁρμόζοντα, τὰ μὲν ὑγιαίνουσι, τὰ δὲ νοσοῦσι. καὶ τὰ μὲν ἰσχυροῖς, τὰ δὲ ἀσθενοῦσιν, οὐχ ἵνα χρώμεθα ἅπασι πάντες, ἀλλ’ ἵνα τοῖς καθ’ ἑαυτὸν ἕκαστος καὶ τῶν καθ’ ἑαυτὸν ὅτουπερ ἂν τύχῃ μάλιστα δεόμενος.
Cynicus. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.