Κυνικός
Ἀλλ’ ἴσως ὀρθῶς λέγεις. ἐκεῖνο δέ μοι εἰπέ, εἴ τις ἀνδρὸς πλουσίου προθύμως καὶ φιλανθρώπως ἔτι τε φιλοφρόνως ἑστιῶντος καὶ ξενίζοντος πολλοὺς ἅμα καὶ παντοδαπούς, τοὺς μὲν ἀσθενεῖς, τοὺς δὲ ἐρρωμένους, κἄπειτα παραθέντος πολλὰ καὶ παντοδαπά, πάντα ἁρπάξοι καὶ πάντα ἐσθίοι, μὴ τὰ πλησίον μόνον, ἀλλὰ καὶ
543
τὰ πόρρω τὰ τοῖς ἀσθενοῦσι παρεσκευασμένα ὑγιαίνων αὐτός, καὶ ταῦτα μίαν μὲν κοιλίαν ἔχων, ὀλίγων δὲ ὥστε τραψῆναι δεόμενος, ὑπὸ τῶν πολλῶν ἐπιτριβήσεσθαι μέλλων, οὗτος ὁ ἀνὴρ ποῖός τις δοκεῖ σοι εἶναι; ἀρά γε φρόνιμος;
Λυκίνος
Οὐκ ἔμοιγε.
Κυνικός
Τί δέ; σώφρων;
Λυκίνος
Οὐδὲ τοῦτο.
Cynicus. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.