Ἀντιπάτηρ
ταῦτά τοι, ὦ ᾿Αρχία, ὑπερεπεθύμουν αὐτῷ συγγενόμενος τήν τε γνώμην, ἣν ἔχοι περὶ τῶν παρόντῶν, ἀκοῦσαι λέγοντος καὶ τῶν ἀεὶ παραπεπτωκότων ἡμῖν κολάκων, εἰ ἐδεόμην, ἀποστὰς ἁπλοῦ τινος ἐξ ἐλευθέρας γνώμης ἀκοῦσαι λόγου καὶ φιλαλήθους συμβουλῆς μεταλαβεῖν. καί τι καὶ νουθετῆσαι δίκαιον, ὑπὲρ οἵων ὄντων τῶν ᾿Αθηναίων τὴν ἀχαριστίαν πάντα παραβάλοιτο τὸν αὑτοῦ βίον, ἐξὸν εὐγνωμονεστέροις καὶ βεβαιοτέροις κεχρῆσθαι φίλοις.
Ἀρχίας
Ὦ βασιλεῦ, τῶν μὲν ἄλλων ἴσως ἂν ἔτυχες, ταυτὶ δὲ μάτην ἂν ἔλεγες· οὕτως μανικῶς φιλαθήναιος ἦν.
Ἀντιπάτηρ
Ἦν ταῦτα, ὦ Ἀρχία· τί γὰρ ἂν καὶ λέγοιμεν; ἀλλὰ πῶς ἀπέθανεν;
Demosthenis encomium. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.