Ἀντιπάτηρ
Ὑμεῖς δέ, ἔφη, διανοεῖσθε ὡς ὑπὲρ Εὐβούλου καὶ Φρύνωνος καὶ Φιλοκράτους, καὶ πειρᾶσθε δώροις καὶ τοῦτον ἀναπείθειν, ἄνθρῶπον
521
καὶ τὴν πατρῷαν οὐσίαν εἰς Ἀθηναίους ἰδίᾳ τε τοῖς δεηθεῖσι καὶ δημοσίᾳ τῇ πόλει καταναλωκότα, διαμαρτάνοντες δὲ φοβήσειν οἴεσθε πάλαι βεβουλευμένον τὴν ψυχὴν ὑποθεῖναι ταῖς τῆς πατρίδος ἀδήλοις τύχαις, καὶ καθαπτομένου τῶν πραττομένων ὑμῖν ἀγανακτεῖτε; ὁ δ’ οὐδὲ τὸν Ἀθηναίων δῆμον ὑποστέλλεται. λέληθεν ὑμᾶς, ἔφη, τῇ μὲν τῆς πατρίδος εὐνοίᾳ πολιτευόμενος, αὑτῷ δὲ τὴν πολιτείαν γυμνάσιον φιλοσοφίας προθέμενος.
Demosthenis encomium. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.