Λυκίνος
μόνον ἡμῖν σύ, δαῖμον οὐράνιε. καιρίως παράστηθι φιλίας εὐγνώμων, ἱεροφάντα μυστηρίων Ἔρως, οὐ κακὸν νήπιον ὁποῖον ζωγράφων παίζουσι χεῖρες, ἀλλ’ ὃν ἡ πρωτοσπόρος ἐγέννησεν ἀρχὴ τέλειον εὐθυ τεχθέντα· σὺ γὰρ ἐξ ἀφανοῦς καὶ κεχυμένης ἀμορφίας τὸ πᾶν ἐμόρφωσας. ὥσπερ οὖν ὅλου κόσμου τάφον τινὰ κοινὸν ἀφελὼν τὸ περικείμενον χάος ἐκεῖνο μὲν ἐς ἐσχάτους ταρτάρου μυχοὺς ἐφυγάδευσας, ἔνθα ὡς ἀληθῶς
σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, ὅπως ὑπ’ ἀρρήκτου δεθὲν φρουρᾶς τὴς ἔμπαλιν ὁδοῦ εἴργηται· λαμπρῷ δὲ φωτὶ τὴν ἀμαυρὰν νύκτα πετάσας παντὸς ἀψύχου τε καὶ ψυχὴν ἔχοντος ἐγένου δημιουργός·
433
ἐξαίρετον δὲ ἐγκεράσας ὁμόνοιαν ἀνθρώποις τὰ σεμνὰ φιλίας πάθη συνῆψας, ἵν’ ἐξ ἀκάκου καὶ ἁπαλῆς ἔτι ψυχῆς ἡ εὔνοια συνεκτρεφομένη πρὸς τὸ τέλειον ἀνδρῶται.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.